Thesauros Edebiyat Hitabet Ἐλευσίνιος

Ἐλευσίνιος

Ἐλευσίνιος Aristides, Aelius
256 ὦ πάλαι ποτὲ ἡδίων ᾁδειν Ἐλευσὶς ἐμοὶ τίς Ὀρφεὺς ἢ Θάμυρις ἢ ποῖος Ἐλευσίνιος οἰκήτωρ Μουσαῖος ἀρκέσει τοσούτῳ πράγματι; ποίαις κιθάραις ἢ λύραις τὸ κοινὸν πτῶμα, τὸ κοινὸν τῆς γῆς, ἀνακλαύσεται; τίνα ταύτην προὔβαλες ὦ Ζεῦ τὴν ὑπόθεσιν; ἐγὼ μὲν καὶ προσάγων ἐμαυτὸν τῷ λόγῳ ναρκῶ καὶ ἀναστρέφω καὶ καθʼ ἓν τοῦτο λέγειν ἀναγκάζομαι, ὅτι σιγᾶν οὐκ ἔχω. τίς γὰρ Ἑλλήνων ἢ τίς βαρβάρων οὕτω σκαιὸς ἢ ἀνήκοος, ἢ τίς οὕτω σφόδρα ἔξω τῆς γῆς ἢ θεῶν, ἢ συλλήβδην εἰπεῖν καλῶν ἀναίσθητος, πλὴν τῶν κάκιστʼ ἀπολουμένων, οἳ ταῦτʼ ἔδρασαν, ὅστις οὐ κοινόν τι τῆς γῆς τέμενος τὴν Ἐλευσῖνα ἡγεῖτο, καὶ πάντων ὅσα θεῖα ἀνθρώποις, ταυτὸν φρικωδέστατόν τε καὶ φαιδρότατον; τίνι δʼ ἄλλῳ χωρίων ἢ μύθων φῆμαι θαυμαστότερα ἐφύμνησαν, ἢ τὰ δρώμενα μείζω ἔσχε τὴν ἔκπληξιν, ἢ μᾶλλον εἰς ἐφάμιλλον
257 κατέστη ταῖς ἀκοαῖς τὰ ὁρώμενα; ὅσα μὲν δὴ θέας ἐχόμενα εἶδον γενεαὶ παμπληθεῖς εὐδαιμόνων ἀνδρῶν καὶ γυναικῶν ἐν τοῖς ἀρρήτοις φάσμασιν· ἃ δʼ εἰς τὸ μέσον ποιηταὶ καὶ λογοποιοὶ καὶ συγγραφεῖς πάντες ὑμνοῦσι, κόρην τὴν Δήμητρος ἀφανῆ γενέσθαι χρόνον ἔστιν ὃν, Δήμητρα δʼ ἐπέρχεσθαι γῆν πᾶσαν καὶ θάλατταν ζητοῦσαν τὴν θυγατέρα, τέως μὲν οὖν οὐχ οἵαν τε εἶναι εὑρεῖν, ἐλθοῦσαν δʼ εἰς Ἐλευσῖνα τήν τε ἐπωνυμίαν δοῦναι τῷ τόπῳ καὶ τὴν κόρην εὑροῦσαν ποιῆσαι τὰ μυστήρια· καὶ γενέσθαι δὴ τὸν σῖτον παρὰ μὲν ταῖν θεαῖν τοῖς Ἀθηναίοις, παρὰ δὲ τῶν Ἀθηναίων καὶ Ἕλλησι καὶ βαρβάροις· —καὶ τούτοις Κελεός τε καὶ Μετάνειρα καὶ Τριπτόλεμος ἐπιφημίζονται καὶ ἅρματα δὴ δρακόντων ὑπόπτερα ὑπὲρ πάσης γῆς καὶ θαλάττης φερόμενα· — μυηθῆναι δὲ ξένων πρώτους Ἡρακλέα καὶ Διοσκούρους, ἀγῶνά τε γυμνικὸν γενέσθαι πρῶτον Ἐλευσῖνι τῆς Ἀττικῆς, καὶ τὸ ἆθλον εἶναι τοῦ καρποῦ τοῦ φανθέντος, πειρωμένων τῶν ἀνθρώπων ὅσον εἰς ἰσχὺν ἐκ τῆς ἡμέρου τροφῆς ἐπέδοσαν· ἀπάγειν δὲ καὶ τοὺς Ἕλληνας ἀπαρχὰς τῶν καρπῶν ἑκάστοτε Ἀθήναζε ὡς μητροπόλει σφῶν τε αὐτῶν καὶ τῶν καρπῶν τῶν Ἀθηναίων τῇ πόλει. Εὐμολπίδαι δὲ καὶ Κήρυκες εἰς Ποσειδῶ τε καὶ Ἑρμῆν ἀναφέροντες οἱ μὲν ἱεροφάντας, οἱ δὲ δᾳδούχους παρείχοντο.
1 / 5 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi