Thesauros Edebiyat Hitabet Ἐλευσίνιος

Ἐλευσίνιος

Ἐλευσίνιος Aristides, Aelius
259 μόνον τοίνυν καὶ ὑπόμνημα τῆς παλαιᾶς εὐδαιμονίας ἅμα καὶ σεμνότητος ἐλείπετο τοῦτο τῇ τε πόλει καὶ τῇ Ἑλλάδι. ναυμαχίαι μὲν γὰρ καὶ πεζομαχίαι καὶ νόμοι καὶ πολιτεῖαι καὶ φρονήματα καὶ φωναὶ καὶ πάνθʼ ὡς εἰπεῖν ἐπέλιπεν, ἀντεῖχε δὲ τὰ μυστήρια. πανηγύρεις τοίνυν αἱ μὲν ἄλλαι διʼ ἔτους πέμπτου καὶ τρίτου πληροῦνται, μόνη δὲ ἡ τῶν μυστηρίων παντὸς ἔτους ἐνίκησεν εἶναι. τὸ δὲ δὴ μέγιστον καὶ θειότατον, μόνην γὰρ ταύτην πανηγύρεων εἷς οἶκος συλλαβὼν εἶχε, καὶ ταυτὸν ἦν τῆς τε πόλεως πλήρωμα καὶ τοῦ Ἐλευσινίου. πλάσματα τοίνυν καὶ γραφὰς καὶ τὸν κύκλῳ κόσμον τοῦτον τίς ἂν οὐχὶ καὶ ἐν ταῖς τριόδοις ὁρῶν ἐγανώθη, μή τί γε δὴ ἐν προσθήκῃ τῶν σεμνοτέρων εἶδεν; ἀλλὰ μὴν τό γε κέρδος τῆς πανηγύρεως οὐχ ὅσον ἡ παροῦσα εὐθυμία οὐδʼ αἱ τῶν ἐκ τοῦ πρότερον χρόνου δυσκολιῶν λύσεις καὶ ἀπαλλαγαὶ, ἀλλὰ καὶ περὶ τῆς τελευτῆς ἡδίους ἔχειν τὰς ἐλπίδας ὡς ἄμεινον διάξοντας, καὶ οὐκ ἐν σκότῳ τε καὶ βορβόρῳ κεισομένους, ἃ δὴ τοὺς ἀμυήτους ἀναμένειν. ταῦτα μὲν δὴ μέχρι τῆς σχετλίας ἡμέρας· ἃ δὲ νῦν ὁρᾶν τε καὶ ὑμνεῖν ὁ δαίμων παρέδωκε τίς θρῆνος Ἀργεῖος, τίνες Αἰγυπτίων ἢ Φρυγῶν ᾠδοὶ συμμετρήσονται; τίς Ἐλευσίνιος Αἰσχύλος πρὸς χορὸν ᾁσεται; ποίας Ναυπλίου πάγας ὑποπύρους, ὡς ἔφη Σοφοκλῆς, ἄξιον τῇ πυρκαϊᾷ ταύτῃ παραβαλεῖν; ὦ δᾷδες, ὑφʼ οἵων ἀνδρῶν ἀπέσβητε. ὦ δεινὴ καὶ ἀφεγγὴς ἡμέρα, ἣ τὰς φωσφόρους νύκτας ἐξεῖλες. ὦ πῦρ οἷον ὤφθης Ἐλευσῖνι, οἷον ἀνθʼ οἵου. ὦ νεφέλη καὶ σκοτόμαινα, ἣ νῦν ἐπέχεις τὴν Ἑλλάδα. ὦ Δήμητερ, ἣ πάλαι μὲν αὐτόθι τὴν κόρην εὗρες, νῦν δέ σοι ζητεῖν ὁ νεὼς λείπεται. καὶ δὴ προσάγει μὲν, ὦ γῆ καὶ θεοὶ, τὰ μυστήρια. Βοηδρομιὼν δὲ οὗτος ἑτέρας τὰ νῦν δεῖται βοῆς, οὐχ οἵας ὅτε Ἴων Ἀθήναζε ἐβοήθησεν. ὦ πρόρρησις, ὦ τῶν ἱερῶν ἡμερῶν καὶ νυκτῶν κατάλογος,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi