Thesauros Edebiyat Hitabet Ὑπὲρ τῆς πρὸς Λακεδαιμονίους εἰρήνης

Ὑπὲρ τῆς πρὸς Λακεδαιμονίους εἰρήνης

Ὑπὲρ τῆς πρὸς Λακεδαιμονίους εἰρήνης Aristides, Aelius
392 ἐγὼ τοίνυν ἡγοῦμαι τὴν πόλιν τὴν ἡμετέραν τῶν μὲν Ἑλληνίδων εὐτυχεστάτην εἶναι καὶ νὴ Δία γʼ, εἰ βούλεσθε, προσθήσω καὶ τῶν ἁπασῶν, οὐ μήν πω τῆς φύσεως τῆς ἀνθρωπίνης κρείττονα. ἔστι δʼ αὕτη τίς; οὐκ ἐξ ἴσου τὰ πράγματα οἱ θεοὶ σφίσι τʼ αὐτοῖς καὶ τοῖς ἀνθρώποις ἔνειμαν, ἀλλʼ αὐτοὶ μὲν, ἅτʼ ὄντες ἀθάνατοι καὶ κύριοι τῶν ἁπάντων, ἀθανάτους καὶ τὰς εὐτυχίας ἔχουσι καὶ οὐ δέος μή τις αὐτοὺς ἀφέληται κρείττων γενόμενος· οἷς τοσοῦτον περίεστιν, ὥστʼ οὐ μόνον αὐτοὶ τἀγαθὰ πάντα κέκτηνται, ἀλλὰ καὶ τοῖς ἄλλοις αὐτοὶ νέμουσι. νέμουσι δʼ οὐχ ὅνπερ αὐτοὶ κέκτηνται τρόπον, ἀλλʼ ὅσοις τὰ κράτιστα τῶν ἀνθρώπων ἔδοσαν, τὰ πλείω κατορθοῦν, οὐ πάντʼ, ἔδοσαν. καὶ τούτου μέγιστον παράδειγμα οἱ νῦν ὑμᾶς ἐπὶ τὴν εἰρήνην οὗτοι προκαλούμενοι. ἐξὸν γὰρ αὐτοῖς, εἰ μετριάζειν ἠξίουν, αὐτούς τʼ ἐξ ἀρχῆς ἔχειν καὶ ἑτέροις ταῦτα βραβεύειν, ἐπαρθέντες τοῖς ὑπάρχουσιν, εἰ νῦν δυνήσονται παρʼ ὑμῶν τῶν αὐτῶν τούτων τυχεῖν, εὕρημα ποιοῦνται. μὴ τοίνυν ὅ γε τούτοις
393 ἐγκαλοῦμεν, τοῦτʼ αὐτοὶ πάθωμεν, μηδὲ τῆς τούτων ἀβουλίας μᾶλλον κληρονομήσωμεν ἢ τοῖς ἡμετέροις αὐτῶν λογισμοῖς χρησώμεθα, οὓς περὶ τούτων ἐξ ἀρχῆς εἴχομεν. ἴστε γὰρ δή που καὶ τότε πρὸς τὰς πολλὰς πρεσβείας αὐτῶν καὶ τὰ προστάγματα ἐκεῖνα μίαν ταύτην οὖσαν ἀπόκρισιν, δίκῃ διαλύεσθαι, πόλεμον δὲ κοινὸν τοῖς Ἕλλησι μὴ κινεῖν. τότε μὲν τοίνυν τούτων οὐ δεχομένων, ἀναγκαίως εἰς τὸν πόλεμον κατέστητε, νῦν δὲ πῶς εἰκὸς ἐφʼ ὑμῖν γεγενημένων μὴ χρῆσθαι τούτοις, ἅ γʼ ἐξ ἀρχῆς ἂν, εἰ μηδεὶς ἐκώλυσε μηδὲν, ἐπράξατε, ἀλλʼ ἀμφοτέρωθεν τὸ πρᾶγμα ἀναστραφῆναι, καὶ τοὺς μὲν τότε φυγόντας τὴν εἰρήνην νῦν ἥκειν ἐπὶ ταύτην προκαλουμένους, ἡμᾶς δʼ οἳ τότε τῆς εἰρήνης εἰχόμεθα, αὖθις αὖ τὸν πόλεμον φαίνεσθαι προαιρουμένους; καὶ μὴν οἱ μὲν ἔχοιεν ἂν εἰπεῖν ὡς εἰκότως μεταβέβληνται, ἡμῖν δʼ ὡς ὀρθῶς τότʼ ἐγιγνώσκομεν αὐτὰ τὰ τούτοις συμβεβηκότα μαρτυρεῖ. ὥστʼ οὐκ ἂν δή που δικαίως μεταβαλλοίμεθα, ἢ κομιδῆ γε ἄτοπον, εἰ Λακεδαιμόνιοι μὲν ἡμῖν σύμψηφοι γεγόνασιν, ἀφέντες τὰ δοκοῦντα ἑαυτοῖς, ἡμεῖς δʼ ἡμῖν αὐτοῖς ὑπεναντία γιγνώσκοντες ὀφθησόμεθα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi