391
πρῶτον μὲν, ὦ Ἀθηναῖοι, χάρις πολλὴ τοῖς θεοῖς, οἳ τοὺς μὲν πρότερον θρασυνομένους καὶ μηδʼ ὄνομα εἰρήνης ἐθέλοντας ἀνασχέσθαι, πολλάκις ἡμῶν προκαλουμένων αὐτοὺς, ὑπὲρ εἰρήνης δεῦρʼ ἥκειν παρεσκεύασαν ἐν τούτῳ τῷ σχήματι, τῇ πόλει δʼ ἀπέδωκαν ἐξ ἀρχῆς βουλεύσασθαι περὶ τῶν Ἑλληνικῶν ὅπως ἂν πείσησθε. ἄξιον δὲ χρήσασθαι τῷ καιρῷ καὶ τὴν μὲν τούτων ἀγνωμοσύνην καὶ φιλονεικίαν φυλάξασθαι, τοῖς δʼ ὑμετέροις αὐτῶν ἤθεσι καὶ τρόποις ἐμμεῖναι. ἔστι μὲν οὖν παλαιός τις λόγος ὡς ἄρα οὐ ῥᾴδιον εὖ πράττοντας εὖ φρονεῖν, ἀλλʼ οἱ πολλοὶ χείρους ὑπὸ τῆς τύχης γίγνονται· ἐγὼ δʼ ὅσοι μὲν, ὦ Ἀθηναῖοι, παρʼ ἀξίαν ἢ παρʼ ἐλπίδας εὐτυχοῦσιν, τούτους μὲν εἰκός τι πάσχειν ὑπολαμβάνω μὴ δυναμένους χρῆσθαι μείζοσιν ἢ καθʼ αὑτοὺς πράγμασιν, ὅσοις δὲ πλεῖστα μὲν τῶν Ἑλλήνων ὑπάρχει κατωρθωκέναι, οὐκ ἐλάττω δὲ τούτων εὐβουλίας σύμβολα πᾶσι παρεσχῆσθαι, λόγος οὐ λείπεται ταυτὸν τοῖς πολλοῖς καὶ τοῖς ἀνοήτοις παθεῖν. ἔστι δʼ οὐ περὶ τοῦ μέλλοντος μόνον ἡμῖν ἡ
392
βουλὴ, ἀλλὰ καὶ περὶ αὐτῶν ὧν κατωρθώκαμεν. ἂν μὲν γὰρ ἃ δεῖ προελώμεθα καὶ ταῦτα βεβαίως ἔχῃ, καὶ τοῦ λοιποῦ μετʼ ἀσφαλείας καὶ μετʼ εὐδοξίας τὴν πόλιν οἰκήσομεν· ἐὰν δὲ πέρα τοῦ μετρίου φιλονεικήσωμεν, εὔδηλον δή που τοῦθʼ ὅτι καὶ περὶ τῶν ὑπαρχόντων κινδυνεύειν δεήσει. ὥσθʼ ὅσῳ μᾶλλον χαίρομεν αὐτοῖς, τοσούτῳ μειζόνως ἄξιον προϊδεῖν ὅπως ἀσφαλῶς ἕξει. οὐκ ἀγνοῶ μὲν οὖν ὅτι πάντες, ὡς ἔπος εἰπεῖν, τοὺς μὲν ὑπηρετοῦντας αὐτῶν ταῖς ἐπιθυμίαις ἀποδέχονται καὶ νομίζουσιν οὐ μόνον εὔνους, ἀλλὰ καὶ μόνους ἄνδρας ὡς ἀληθῶς εἶναι, τοῖς δὲ σωφρονίζειν ἐπιχειροῦσιν ἀηδῶς ἔχουσιν. οὐ μὴν ἀλλʼ εἰ μὲν ὁμοίως ἦν τῶν τε λόγων καὶ τῶν πραγμάτων γενέσθαι κύριον, ὥστε μὴ μόνον εἰπεῖν τὰ ἥδιστα, ἀλλὰ καὶ καταπρᾶξαι, δικαίως ἄν τις τοῖς οὐκ ἐθέλουσιν οὕτω ποιεῖν ἤχθετο καὶ δυσκόλους ὑπελάμβανεν· εἰ δὲ χωρὶς μέν ἐστι συνεύξασθαι τὰ μέγιστα, χωρὶς δὲ συμβουλεῦσαι περὶ τῶν ἐνεστηκότων, ἓν τοῦτʼ ἀξιῶ ταῖς γνώμαις ὑποθέντας ὑμᾶς ἀκροᾶσθαι, εἰ μὴ διαμαρτάνω τῶν λογισμῶν, οὓς ἔχω περὶ τούτων.