Thesauros Edebiyat Hitabet Λευκτρικὸς Α. (ὑπὲρ Λακεδαιμονίων πρῶτος)

Λευκτρικὸς Α. (ὑπὲρ Λακεδαιμονίων πρῶτος)

Λευκτρικὸς Α. (ὑπὲρ Λακεδαιμονίων πρῶτος) Aristides, Aelius
415 φέρε δὴ πρὸς Διὸς, εἰ ταῦτʼ εἶπον οἱ Θηβαῖοι πρὸς ἡμᾶς, ἡνίκʼ ἦλθον ἐξ ἀρχῆς, ὡς ἐὰν ἀπώσωνται τὸν πόλεμον καὶ τὸν περιεστηκότα κίνδυνον αὐτοὺς, ἐχθροὺς ὑμᾶς ποιήσονται καὶ μισήσουσιν, ἐὰν μὴ καθάπαξ αὐτοῖς ἐπιτρέψητε ἀνελεῖν τοὺς Λακεδαιμονίους καὶ τὴν Ἑλλάδα ὑφʼ αὑτοῖς ποιήσασθαι, ἔσθʼ ὅστις ἂν πονηροτέρους ἀνθρώπους ἡγήσατʼ ἂν εἶναι καὶ μᾶλλον δικαίους ἀπολωλέναι; μὴ τοίνυν ἅπερ οὐκ ἂν εὕροντο ἐξ ἀρχῆς ἐπὶ τούτοις, ταῦτα ἐπʼ ἐκείνῃ τῇ προφάσει δῶμεν νῦν, ἀλλὰ πᾶν τοὐναντίον κωλύσωμεν, εἴπερ μὴ καὶ αὐτὴν ἐκείνην ἐπὶ ταῦτα δεῖ δοκεῖν πεποιῆσθαι. οἶμαι δὲ καὶ Θηβαίους μὴ μέχρι τοσούτου φαύλους μηδʼ ἀναισθήτους εἶναι, καίπερ ὄντας Θηβαίους, ὥστε πλείω μέμψιν ποιεῖσθαι νῦν ὑμῖν, ἐὰν κατακωλυθῶσι Λακεδαιμονίους ἀνελεῖν, ἢ χάριν τῆς αὑτῶν σωτηρίας ἀπομνημονεύειν, ἣ διʼ ὑμῶν ἔμπροσθεν αὐτοῖς ἐγένετο. ἡδέως δʼ ἂν ἐροίμην τοὺς ὑπὲρ τῶν Θηβαίων λέγοντας, πότερον εἶναί φασιν αὐτοὺς συμμάχους, ἢ γεγονέναι. εἰ μὲν γὰρ εἶναι, τί πείθουσι ποιεῖσθαι; εἰ δʼ αὖ γεγονέναι, πολὺ τούτων πρότεροι Λακεδαιμόνιοι γεγόνασιν. ἔπειτʼ οὐδʼ εὔλογον γεγονέναι μὲν φάσκειν, πάλιν δʼ ὡς ὑπαρχούσης ἔτι τῆς συμμαχίας διαλέγεσθαι μὴ διαλύειν κελεύοντας. καὶ μὴν ὅτι γʼ αὐτὴν ἀπείπασθε οἶδεν ὁ τῆς νίκης ἄγγελος, ὃν μετὰ τὴν μάχην ἐλθόντα οὐδὲν ἐντιμότερον τῶν ὑπὸ τοῦ βαρβάρου πάλαι πεμπομένων ἐδέξασθε. ὅσοι μὲν γὰρ καὶ δάκρυσι τοὺς Λακεδαιμονίους ἐθρήνησαν ἀκούσαντες μεμνημένος οὐκ ἐρῶ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi