Thesauros Edebiyat Hitabet Λευκτρικὸς Α. (ὑπὲρ Λακεδαιμονίων πρῶτος)

Λευκτρικὸς Α. (ὑπὲρ Λακεδαιμονίων πρῶτος)

Λευκτρικὸς Α. (ὑπὲρ Λακεδαιμονίων πρῶτος) Aristides, Aelius
414 ταύτης μὲν ἀθῶος ἀφείσθω τῆς αἰτίας, ἐκεῖνο δέ γε πεισθήτω, παυσάσθω τὰ ἀδεᾶ δεδιὼς καὶ πέρα τοῦ καιροῦ σεμνὸς ὢν, πλὴν εἰ καὶ τοὺς κυβερνήτας ἐναντία ποιεῖν αὑτοῖς φήσει, καὶ μέμψεται ὅτι τὸν πλοῦν οὐχὶ τὸν ἐξ ἀρχῆς οὐδὲ τὸν εὐθὺν ἀεὶ ποιοῦνται, ἀλλʼ ἐπὶ θάτερα καὶ τὰ ἐναντία τῶν πρόσθεν διατελοῦσι κομιζόμενοι. ἄνθρωπε, ἀκολουθῶ τῇ χρείᾳ· τὸ δʼ αὐτὸ ποιῶ· μετὰ γὰρ τοῦ φέροντος ἀεὶ γίγνομαι, κατὰ καιρὸν τὴν αὐτὴν τέχνην καὶ τὸν αὐτὸν λογισμὸν ἔχων, ἄν τʼ ἐνθένδε ἐκεῖσε ἄν τʼ ἔμπαλιν κομίζωμαι. οὗτος ὁ τοῦ κυβερνήτου λόγος, οἶμαι, κἀμοὶ νῦν ἐστιν ὑπὲρ τῆς πόλεως αὐτὸς οὗτος ῥητέος.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi