Thesauros Edebiyat Hitabet Λευκτρικὸς Α. (ὑπὲρ Λακεδαιμονίων πρῶτος)

Λευκτρικὸς Α. (ὑπὲρ Λακεδαιμονίων πρῶτος)

Λευκτρικὸς Α. (ὑπὲρ Λακεδαιμονίων πρῶτος) Aristides, Aelius
414 ἵνα δὲ εἰδῆτε ὅτι ἁπλῶς περὶ πάντων σκοποῦμαι καὶ οὐδὲν μιγνύω φιλονεικίας, ἐρῶ τι καὶ μεῖζον τούτων. εἰ σφόδρα τῆς συμμαχίας τῆς ἔμπροσθεν μεμνήμεθα, ὥσπερ δεῖ, καὶ μετατάττεσθαι νῦν κατοκνοῦμεν, τοῖς μὲν Θηβαίοις μὴ πολεμῶμεν, τοὺς μέντοι Λακεδαιμονίους μὴ παρίδωμεν—λέγω δὲ οὐκ αἴνιγμα—ἀλλὰ πέμπωμεν τοὺς προεροῦντας Θηβαίοις ἀπέχεσθαι Λακεδαιμονίων. κἂν μὲν ἀκούωσι ταῦτα καὶ πείθωνται, οὔτε πρὸς τούτους ὑπεναντίον ἡμῖν οὐδʼ ὁτιοῦν ἔσται πεπραγμένον οὔθʼ οἵδε ἀναιρήσονται διὰ τοῦτο, ἀλλʼ οἱ μὲν ὁμοίως μενοῦσι φίλοι, οἱ δὲ ὑπάρξουσι πρὸς ἐκείνοις, ἀμφότεροι δὲ εἴσονται χάριν, οἱ μὲν οὐδὲν πρᾶγμα σχόντες, οἱ δὲ σωθέντες διʼ ὑμῶν. ἀκούω δὲ καὶ πάλαι ποτὲ ὑπὲρ τὰ Μηδικὰ αὐτοὺς τούτους Θηβαίους διαλύσασθαι πρὸς ἡμᾶς, μελλούσης μὲν ἤδη τῆς μάχης ἔσεσθαι, Κορινθίων δὲ παρατυχόντων καὶ διαλλαξάντων ἀμφοτέρους. νῦν δὲ δή που δικαιότερον πείθοντʼ ἂν ἡμῖν οἱ Θηβαῖοι, ὅταν πρεσβείας Λακεδαιμονίων καλούσης ἡμᾶς ἐπʼ αὐτοὺς, οὕτω προνοουμένους ὁρῶσι σφῶν ὥσθʼ ὅπως μηδὲν ἀναγκασθῶμεν κακὸν αὐτοὺς ἐργάσασθαι παρακαλεῖν καὶ λόγῳ πείθειν, ἀλλὰ μὴ τοῖς ὅπλοις βιάζεσθαι, παρὸν ἡμῖν. ἂν μὲν οὖν ὅπερ εἶπον πείθωνται, ταῦτα κράτιστα· ἂν δὲ μὴ προσέχωσι τὸν νοῦν, αὑτοῖς, οὐκέθʼ ἡμῖν μέμψονται. ἡμεῖς μὲν γὰρ καὶ μεμνημένοι τῆς συμμαχίας καὶ μὴ βουλόμενοι διαλύειν αὐτὴν φανούμεθα, ἐκεῖνοι δὲ οἱ τούτους τοὺς λογισμοὺς παρεορακότες καὶ οἱ μηδὲν φροντίζοντες, εἰ μεθʼ ὧν ἔμπροσθεν ἐτάττοντο, τούτοις νῦν ἐναντία θήσονται τὰ
415 ὅπλα. μὴ τοίνυν ἃ πρὸς Θηβαίους δεῖ, λέγειν ταῦτα πρὸς ὑμᾶς ἐᾶτε τοὺς ῥήτορας, μηδʼ ἄν τις ἐγχειρῇ τὰ μὴ ὑμέτερα ὑμᾶς πείθειν, ἀνέχεσθε. πῶς γὰρ οὐκ ἄτοπον ἡμῶν καὶ τοὺς Θηβαίους ἐθελόντων, εἰ οἷόν τε, πεῖσαι, μὴ μόνον ἡμᾶς αὐτοὺς, ὡς οὐ χρὴ διαστῆναι, ἐὰν οἱ Θηβαῖοι καὶ μὴ βουλομένους ἐξάγωσιν ἡμᾶς, ἡμῖν ἡσυχάζειν παραινεῖν καὶ συμμάχους κρίνειν τοὺς ἀποφεύγοντας;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi