Thesauros Edebiyat Hitabet Ῥοδιακός [sp.]

Ῥοδιακός [sp.]

Ῥοδιακός [sp.] Aristides, Aelius
550 καὶ ἔγωγε εἰ μὴ λίαν παράδοξα ἐρεῖν ἔμελλον, ὑμᾶς ἂν πρέσβεις ἐκέλευσα πέμπειν πανταχοῖ τῆς Ἑλλάδος, τοὺς παραμυθησομένους ἑκάστους καὶ κελεύσοντας μὴ κατοικτείρειν ὑμᾶς, ὡς οὐ πάτριον ὂν τῇ Ῥόδῳ καὶ ὑμῖν Ῥοδίοις οὖσι θρηνεῖσθαι μᾶλλον ἢ ζηλοῦσθαι· καὶ τῶν περιιόντων τούτων πρέσβεων καὶ αἰτούντων ἑτέρους ἕτερα οὐδὲν ἀτιμοτέρα τῇ πόλει κατʼ ἐμὴν δόξαν αὕτη ἦν ἡ πρεσβεία. ἀναγκαῖα μὲν γὰρ καὶ ταῦτα οἶμαι καὶ χρείαν ἔχοντα—τίς δʼ ἂν ἐπιτιμήσειε; —πέμπειν ἑτέρους ἑτέρωσε ἐπαγγέλλειν, ὥσπερ πολίταις ἅπασι τοῖς Ἕλλησιν εἰσφορὰς κοινὰς ἐπιτάττοντας· καί μοι ταῦτα συνδοκεῖ. οὐ μὴν ἀλλὰ καὶ εἰς αὐτὰ ταῦτα τὸ σχῆμα ἐκεῖνο συντελοῦν ἦν. τίς γὰρ οὐκ ἂν ἐθαύμασε; τίς δʼ οὐκ ἂν ἐπήρκεσε; τίς δʼ οὐκ ἂν αὐτὸς αὑτῷ χαρίζεσθαι μᾶλλον ἢ ὑμῖν εἶναι τὸ τοιοῦτον ἐνόμισεν; ἀλλʼ εἰ μὴ περιπέμπειν ταύτην τὴν πρεσβείαν ἔνεστι μηδʼ ἐγχωρεῖ, πρὸς ὑμᾶς αὐτοὺς χρὴ ταῦτα διαπρεσβεύσασθαι, ἵνα καὶ τὸ τρίτον ἀποδῶτε οἷς ἀρτίως εἶπον δυοῖν, καὶ μὴ οὗ μάλιστα δεῖ μόνον ἐλλίπητε. μέγιστοι τῶν Ἑλλήνων μέγιστα ἐπλήγητε· ἄριστα ἐνεγκεῖν ταῦτα δεῖ, ἵνα πανταχοῦ τῶν μεγίστων τετυχηκυῖα ἡ πόλις φαίνηται καὶ ἐξ ἀρχῆς εἰς τέλος παραπλησίως ᾖ πράττουσα, καὶ δύο τοῖς ἄκροις προσήκουσιν ὑμῖν ἓν τὸ μέσον συγκαταληφθῇ καὶ τὰ νῦν δοκοῦντα εἶναι δεινὰ καὶ ἀνήκεστα, ὑπὲρ ὑμῶν γένηται. ὅσῳ γὰρ ἂν κρείττους αὐτῶν φανῆτε, τοσούτῳ πλέον εὐδοκιμήσετε. φασὶ δὲ καὶ οἱ ποιηταὶ περὶ τῶν ἡρώων ὡς ἄρα οἷς μὲν αὐτῶν ἀνέμιξε τὸν βίον ὁ θεὸς, ἀγαθῶν καὶ κακῶν μοῖραν ἐναλλάξας, τούτοις μὲν εὐκλήροις ἀπέδωκεν εἶναι, οἷς δʼ ἂν τὴν τῶν κακῶν καθάπαξ δῷ, τελέως ἀπέκναισεν. ὡς τήν γε τῶν ἀγαθῶν διηνεκῆ [διὰ τέλους] κτῆσιν οὐκ

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi