Thesauros Edebiyat Hitabet Ῥοδιακός [sp.]

Ῥοδιακός [sp.]

Ῥοδιακός [sp.] Aristides, Aelius
557 ὑμῶν ἀνδρῶν ἀγαθῶν ἕτεροι μνημονεύσουσιν ἐν τοιούτοις καιροῖς καὶ παράδειγμα ὑμᾶς καὶ τὰ ὑμέτερα πρὸς αὐτοὺς καὶ τὰ ἑαυτῶν θήσονται πράγματα, ὥστε καὶ τῆς παρὰ τοῖς οὖσι δόξης ἕνεκα καὶ τῆς παρὰ τοῖς ἐπιγιγνομένοις καὶ τὸ μέγιστον τῆς ὑμετέρας αὐτῶν ἕνεκα σωτηρίας ἄξιον φιλοτιμηθῆναι καὶ τάξαι καὶ ὑμᾶς αὐτοὺς ἐν τῷ τῶν ἀπὸ μικρῶν τῶν λοιπῶν μεγάλα τὰ ἀρχαῖα ἀναλαβόντων ἀριθμῷ. ταῦτα καὶ τοὺς τετελευτηκότας ὑμῶν νομίζετε δεῖσθαι πατέρας καὶ ἀδελφοὺς καὶ τοὺς ἄλλους οἰκείους καὶ ἱκετεύειν πρὸς τῆς ἑαυτῶν μνήμης καὶ τοῦ λοιποῦ τῆς πόλεως ἐδάφους, εἴ τι χαρίζεσθαι βούλεσθε αὐτοῖς, μὴ περιιδεῖν τὸ τῆς Ῥόδου καθάπαξ ὄνομα ἀπελθὸν ἐξ ἀνθρώπων, ἀλλʼ ἐπαμῦναι καὶ ἀναστῆσαι καθʼ ὅσον δύνασθε. ἀνασταίητε δὲ εὐτυχεστέροις καὶ βελτίοσι τοῖς συμβόλοις, Ζεῦ καὶ πάντες θεοί.
← Önceki 19 / 19

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi