Thesauros Edebiyat Hitabet Ῥοδίοις περὶ ὁμονοίας

Ῥοδίοις περὶ ὁμονοίας

Ῥοδίοις περὶ ὁμονοίας Aristides, Aelius
557 εἰ μὲν οὕτως εἶχον, ὦ ἄνδρες Ῥόδιοι, τὸ σῶμα, ὡς ἐγώ τε ἂν ἐβουλόμην καὶ ὑμεῖς συνεύξεσθε, αὐτὸς ἂν ὑμῖν διαβὰς εἰς λόγους ἦλθον πολλῶν ἕνεκα· ἐπεὶ δʼ ἴσως καὶ πρὸς ὑμᾶς ἀφῖκται λόγος ὡς διακείμεθα, ὑπὲρ μὲν τῶν κατʼ ἐμαυτὸν τοῖς θεοῖς ἐπιτρέπω, διʼ οὓς καὶ εἰς τοῦτον ἐσώθην τὸν χρόνον· πρὸς δὲ ὑμᾶς ὑπόλοιπον ἦν πέμψαι τὸ βιβλίον, καὶ τοῦτον τὸν τρόπον συγγενέσθαι τὴν πρώτην. εἰκότως δʼ ἂν οὐ περίεργος νομιζοίμην ἐν πατρίδος μοίρᾳ τὴν πόλιν ὑμῶν ἄγων. Ἑλλήνων τε γὰρ οὐκ εἰς ἐσχάτους δοκοῦντα τελεῖν παντὸς τοῦ Ἑλληνικοῦ κήδεσθαι νομίζειν αὑτῷ προσήκειν οὐ μάταιος ὁ λογισμὸς, τῶν τε πρὸς ὑμᾶς ἰδίᾳ μοι δικαίων ὑπαρχόντων οὐδʼ ὑμεῖς ἐπιλέλησθε· ἀνθʼ ὧν καὶ λέγειν καὶ πράττειν ὁτιοῦν ἀξιῶν
1 / 16 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi