Thesauros Edebiyat Hitabet Πρὸς Πλάτωνα περὶ ῥητορικῆς

Πρὸς Πλάτωνα περὶ ῥητορικῆς

Πρὸς Πλάτωνα περὶ ῥητορικῆς Aristides, Aelius
111 εἰ δέ τις ἡμῖν περὶ Πλάτωνος ὑπολάβοι ὅτι οὐ ταύτην κακῶς εἴρηκε τὴν ῥητορικὴν ὑπὲρ ἧς νῦν ἡμεῖς τοὺς λόγους ποιούμεθα, ἀλλὰ δύο οὐσῶν τὴν ἑτέραν κακίζει, πρῶτον μὲν οὐδὲν μᾶλλον τά γε ἡμῖν εἰρημένα φαύλως ἔχοντα ἐλέγχεται, ἀλλὰ καὶ αὐτὸ τοῦτο καλῶς καὶ προσηκόντως ἅπαντα ταῦτα ἠνύσθαι μαρτυρεῖ. ὥσπερ γὰρ ἐκεῖνος τὴν φαύλην δικαίως ψέγει, τί κωλύει τήν γε ἐναντίαν ἡμᾶς ἐπαινοῦντας ὀρθῶς ποιεῖν; ἔπειτα οὐκ ἀναιρεῖ τοὺς παρʼ ἡμῶν ἐλέγχους ἡ παραίτησις αὕτη, ἀλλὰ καὶ οὕτως ἐναντία φαίνοιτʼ ἂν εἰρηκὼς αὐτὸς ἑαυτῷ, εἰ διττὴν εἶναι τὴν ῥητορικὴν ἀξιῶν, εἶθʼ ὡς μιᾶς καὶ ἁπλῆς τινος οὕτως τὴν κατηγορίαν πεποίηται. δῆλον γὰρ ὅτι εἰ τοῦτʼ ἐστὶν ἀληθὲς, τὴν μὲν φαυλίζειν, τὴν δὲ ἐπαινεῖν αὐτῷ προσῆκε διελομένῳ, ὥσπερ ἐν τοῖς περὶ ἔρωτος λόγοις φαίνεται πεποιηκὼς, καὶ πολύ γε μειζόνων εὐφημιῶν τὸν χρηστὸν ἠξιωκὼς ἢ οἵων τὸν ἕτερον βλασφημιῶν. θαυμάζω δʼ ἔγωγε τί ἄν ποτʼ ἐποίησε, μόνην ταύτην εἰδὼς οὖσαν ῥητορικὴν περὶ ἧς ταῦτα διεξέρχεται, ὁπότε οὐσῶν, ὡς ἂν φαίη, δυοῖν καὶ τοσοῦτον διαφερουσῶν τοσαύτην φαίνεται σπουδὴν πεποιημένος τοῦ καθάπαξ κακῶς εἰπεῖν. τί γὰρ μᾶλλον φαῦλον ἡ ῥητορικὴ ἢ χρηστὸν, εἴπερ ἐστὶ διττόν; οὐκοῦν οὐκ εἰς τὰς ἴσας λαβὰς ἥκομεν, ἀλλὰ τὸ τῶν ἴσων κατʼ ἐκείνου γίγνεται. ἔπειτα τί κωλύει κἀμὲ τῶν αὐτῶν τούτων λόγων ἐχόμενον φάσκειν ὅτι καὶ ἡ

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi