Thesauros Edebiyat Hitabet Πρὸς Πλάτωνα περὶ ῥητορικῆς

Πρὸς Πλάτωνα περὶ ῥητορικῆς

Πρὸς Πλάτωνα περὶ ῥητορικῆς Aristides, Aelius
23 ὁ δέ γε Ἀλκίνους αὐτὸς συνιστὰς αὐτὸν καὶ καλῶν εὐθὺς ἐν ἀρχῇ φησι τῷ γάρ ῥα θεὸς πέρι δῶκεν ἀοιδὴν, τέρπειν ὅππη θυμὸς ἐποτρύνῃσιν ἀείδειν. ταυτί φησιν ὁ Ἀλκίνους αὐτὸς, ᾧ φιλοτιμίαν εἶχε δήπουθεν, εἴ τι καὶ διδασκάλοις ἀνήλωσεν ὑπὲρ αὐτοῦ, καὶ ταῦτʼ ὄντι λαμπρῷ καὶ μεγαλοψύχῳ καὶ δόξης ἐραστῇ. ἀλλʼ ὅμως ἐγώ σοι, φησὶν, αὐτὸς λέγω καὶ διορίζομαι, τοῦτον οὐκ ἐδιδαξάμην. καὶ οὐχ ὁ μὲν Ἀλκίνους οὕτως ὁ τῶν Φαιάκων βασιλεὺς, ὁ δὲ τῶν Ἑλλήνων σοφώτατος οὐχ ὁμοίως περὶ τῶν αὐτῶν, ἀλλʼ ἔτι μᾶλλον ἀγασθεὶς τοῦ Δημοδόκου τῆς ἐπιδείξεως καὶ ὥσπερ ἐπίτηδες ζητῶν ὅ τι εἴποι μέγιστον, ὦ Δημόδοκε, φησὶν, ἔξοχα δή σε βροτῶν αἰνίζομʼ ἁπάντων· ἢ σέ γε Μοῦσʼ ἐδίδαξε Διὸς παῖς, ἢ σέ γʼ Ἀπόλλων ὡς τοῦ πράγματος κρείττονος ἢ τέχνῃ λαβεῖν. λίην γὰρ κατὰ κόσμον Ἀχαιῶν οἶτον ἀείδεις. οὐδὲ τοῦτο πάρεργον, οὐδʼ εἰκῆ προσθεὶς, οὐδʼ ἐφόλκιον ἄλλως ἐπὶ τοῖς ἄνω, ἀλλʼ ἐνδεικνύμενος καὶ πρὸς ἓν σημαινόμενος ὅτι τοῦτο τὸ ἐν κόσμῳ καὶ λαμπρῶς οὐκ ἐκ τέχνης, ἀλλʼ ἐπιπνοίᾳ θεῶν παραγίγνεται. κομψὸν μὲν γάρ τι, φαυλότερον δὲ ἡ τέχνη πολλῷ· πάλιν δʼ ὥσπερ ἐπισφραγιζόμενος τὴν μαρτυρίαν, προβαλὼν αὐτῷ τὸν τοῦ ἵππου κόσμον ἀεῖσαι, τοσοῦτον ὑπισχνεῖται, αἴ κεν δή μοι ταῦτα (φησὶ) κατὰ μοῖραν καταλέξῃς, αὐτίκα καὶ πᾶσιν μυθήσομαι ἀνθρώποισιν ὡς ἄρα τοι πρόφρων θεὸς ὤπασε θέσπιν ἀοιδήν. ὡς οὐκ ἔχων τί τούτου μεῖζον ὑπόσχοιτο αὐτῷ. οὕτω τοίνυν ὁ ποιητὴς πεπεικὼς αὑτὸν ἐποίει περὶ τούτων, ὥστε ὥσπερ δεδοικὼς μή τις αὐτὸν περὶ Δημοδόκου μόνου λέγειν ταῦτα δόξειεν, ἀπὸ τοῦ κοινοῦ τῶν ἀοιδῶν ἐποίησεν ἀρχόμενον τὸν Ὀδυσσέα καὶ λέγονθʼ οὕτω πᾶσι γὰρ ἀνθρώποισιν ἐπιχθονίοισιν ἀοιδοὶ τιμῆς ἔμμοροί εἰσι καὶ αἰδοῦς, οὕνεκʼ ἄρα σφᾶς οἴμας Μοῦσʼ ἐδίδαξε· φίλησε δὲ φῦλον ἀοιδῶν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi