Thesauros Edebiyat Hitabet Πρὸς Πλάτωνα περὶ ῥητορικῆς

Πρὸς Πλάτωνα περὶ ῥητορικῆς

Πρὸς Πλάτωνα περὶ ῥητορικῆς Aristides, Aelius
24 ὥσπερ δεδοικὼς Ὅμηρος ὑπὲρ ἑαυτοῦ μή τις αὐτὸν φῇ παρʼ ἑτέρου τι μεμαθηκέναι, ἀλλὰ μὴ παρʼ αὐτῶν τῶν Μουσῶν. πῶς οὖν αἱ Μοῦσαι διδάσκουσιν; ἆρά γε ὥσπερ οἱ γραμματισταὶ διδασκαλεῖον ἀνοιξάμεναι; οὐκ ἔστιν. ἀλλʼ οἶμαι ἐπὶ νοῦν ἄγουσι καὶ τὴν εὕρεσιν κινοῦσιν, ὡς καὶ ἐν αὐτοῖς τούτοις ἐμφαίνεται τοῖς ἔπεσι· φησὶ γοῦν ἐπὶ πᾶσιν ὣς φάθʼ· ὁ δʼ ὁρμηθεὶς θεοῦ ἤρχετο, φαῖνε δʼ ἀοιδήν· ταυτὸν διὰ πάντων ἐμφανίζων, ὅτι ληρεῖ τέχνη πρὸς θεὸν κινοῦντα. τὸν τοίνυν Φήμιον ἐν τῇ τῶν μνηστήρων σφαγῇ πεποίηκε τὸ ὑπὲρ ἑαυτοῦ παραιτούμενον καὶ λέγοντα αὐτοδίδακτος δʼ εἰμί· θεὸς δέ μοι ἐν φρεσὶν οἴμας παντοίας ἐνέφυσεν, ἔοικα δέ τοι παραείδειν ὥστε θεῷ· τῷ μή με λιλαίεο δειροτομῆσαι. τοῦτο μὲν ὡς ταυτὸν ὅ τε αὐτοδίδακτος καὶ ὁ τῶν θεῶν μαθητὴς ἐγγύθεν οὑτωσὶ δηλῶν, τοῦτο δὲ ὡς οὐδὲν ἄλλο εἰπόντος εἰς σωτηρίαν τοῦ Φημίου μεῖζον ἢ ὅτι οὐδενὸς ἀνθρώπων ἐστὶ μαθητής. εἰκότως· τὸν γὰρ ὑπὸ τῶν ἠδικῆσθαι δοκούντων μέλλοντα σωθήσεσθαι εἰς τὴν παρὰ τῶν θεῶν τιμὴν καταφεύγειν εἰκὸς ἦν. διʼ ἃ τούτοις αὐτὸν σώζει τοῖς λόγοις. ἔτι τοίνυν, ἀναλήψομαι γὰρ, τὸν Τηλέμαχον ἀποδημοῦντα πεποίηκε δή που κατὰ πύστιν τοῦ πατρὸς ἐν τοῖς πρώτοις, ὡς δὲ προσέσχε τῇ Πύλῳ καὶ συντυγχάνειν ἔδει τῷ Νέστορι ἀγωνιῶντα καὶ ἀποροῦντα ὅ τι χρὴ λέγειν πρὸς αὐτὸν διὰ τὸ συνειδέναι μὴ ὅπως τέχνην αὐτῷ τινα ἐπισταμένῳ περὶ λόγους, ἀλλʼ οὐδʼ αὐτὸ, ὅ φησι Πλάτων, ἐμπειρίαν ἔχοντί πω μέχρι τούτου. κατακέκλεικε γοῦν αὐτὸ τοῦτʼ εἰς ἔπος ἐξ ἀρχῆς εἰς τέλος οὐδέ τί πω μύθοισι πεπείρημαι πυκινοῖσιν. ὁ δʼ αὐτὸν παραμυθεῖται καὶ λέγει, μηδείς σε τῶν σοφιστῶν ἐξαπατάτω, μηδʼ ἀθυμήσῃς ἐπὶ σαυτῷ. εἰ γὰρ καὶ τῆς τέχνης ἀπολέλειψαι καὶ τῆς ἐμπειρίας, ἄλλα μὲν αὐτὸς ἐνὶ φρεσὶ σῇσι νοήσεις, ἄλλα δὲ καὶ δαίμων ὑποθήσεται· οὐ γὰρ ὀΐω οὔ σε θεῶν ἀέκητι γενέσθαι τε τραφέμεν τε, συνάπτων κἀνταῦθα τρόπον τινὰ καὶ συντιθεὶς ἐφεξῆς

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi