Thesauros Edebiyat Hitabet Πρὸς Πλάτωνα περὶ ῥητορικῆς

Πρὸς Πλάτωνα περὶ ῥητορικῆς

Πρὸς Πλάτωνα περὶ ῥητορικῆς Aristides, Aelius
25 τό τε αὐτὸν συνεῖναι καὶ τὸ ὑπειπεῖν τὸν θεὸν, καὶ πάλιν αὖ τὴν φύσιν καὶ τροφὴν τῇ θείᾳ μοίρᾳ προστιθείς. καὶ ταῦτα οὐ Μέντωρ, οὐδʼ Ἁλιθέρσης αὐτῷ λέγει, ἀλλὰ θεῶν ἡ σοφωτάτη καὶ ᾗ τά τε τῆς φρονήσεως καὶ τὸ περὶ τὰς τέχνας ἀνάκειται. καὶ ὁ Τηλέμαχος πρῶτον τότε ῥητορεύων εὔπορος γίγνεται καὶ λόγους ἀποχρῶντας εὑρίσκει τῇ χρείᾳ—ἃ γὰρ ἐν μνηστῆρσιν ἐδημηγόρησεν ἐῶ λέγειν—τῆς Ἀθηνᾶς, καὶ τυγχάνει τοῦ σκοποῦ οὕτως ὥσθʼ ὅ γε Νέστωρ ἀκούσας, τοῦτο γάρ ἐστι τὸ ἥδιστον, ἐπαινεῖ τε καὶ φησὶν ἤτοι γὰρ μῦθοί γε ἐοικότες, οὐδέ κε φαίης ἄνδρα νεώτερον ὧδε ἐοικότα μυθήσασθαι· καίτοι τῶν ἄκρων ῥητορικὴν καὶ λόγους εὑρεῖν καὶ κρῖναι ὁ Νέστωρ αὐτῷ πεποίηται καὶ ἐν Ἰλιάδι καὶ ἐν Ὀδυσσείᾳ· ἀλλʼ ὅμως ἐπαινεῖ καὶ λαμπρῶς. ὡς δʼ ἧκεν ἐκ τῆς Πύλου πρὸς τὸν ἕτερον ῥήτορα καὶ βασιλέα τὸν Μενέλαον, ὁ μὲν Τηλέμαχος ὡς θεοῦ φησιν ἀκούων τέρπεσθαι τοῦ Μενελάου, ὁ δὲ τὴν αὐτὴν αὖ περὶ ἐκείνου φέρει τῷ Νέστορι δόξαν, καὶ φησὶν ἅτε καὶ αὐτὸς ἤδη πρεσβύτης ὢν αἵματος εἶς ἀγαθοῖο φίλον τέκος οἷʼ ἀγορεύεις· οὐδὲν ἀλλʼ ἢ τοῦτο λέγων ὅτι πέφυκας πρὸς λόγους, διὰ τοῦτο λέγεις τὰ βέλτιστα, καὶ παρʼ ἑτέροις τοιούτοις εὐδοκιμεῖς· ὥστε εἰ καὶ μὴ τέχνην τινʼ ἔχεις περὶ τοὺς λόγους, ἔμοιγε, φησὶν, ἐξαρκεῖ. οὕτω διʼ ὅλου τοῦ δράματος ὥσπερ ἐξεπίτηδες καὶ διὰ πάντων τῶν ἀξιόχρεων Ὅμηρος μαρτυρεῖ μὴ τὴν τέχνην εἶναι κυρίαν ἐν τοῖς λόγοις, ἀλλὰ τὸ τῆς φύσεως κράτος καὶ τὸ δοκοῦν τῷ θεῷ. αὐτὸς τοίνυν ὁ τοῦ Τηλεμάχου πατὴρ, ὃν τῆς εἰς τοὺς λόγους παρασκευῆς ἐπὶ πλεῖστον ἐποίησεν ἥκοντα, παροξυνθείς τι πρὸς τὸν Φαίακα καὶ σωφρονίζων αὐτὸν, πῶς λέγει καὶ παρρησιάζεται, ἄλλος μὲν γάρ τʼ εἶδος ἀκιδνότερος πέλει ἀνὴρ, ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi