Thesauros Edebiyat Hitabet Πρὸς Πλάτωνα περὶ ῥητορικῆς

Πρὸς Πλάτωνα περὶ ῥητορικῆς

Πρὸς Πλάτωνα περὶ ῥητορικῆς Aristides, Aelius
28 οὐκοῦν ἄτοπον τόν γε αὐτὸν ὡμολογηκότα εἶναι χείρω, τοῦτον ἀμείνω καλεῖν, καὶ ταῦτα διʼ αὐτὸ τοῦτʼ ἐπαινούμενον, ὅτι ὡμολόγηκε χείρων εἶναι. ἢ κατὰ μὲν τὰς δωρεὰς οὐδαμοῦ κρείττων ὁ λαβὼν τοῦ δόντος αὐτῷ τῷ λαβεῖν, ἀλλὰ τὸ δοῦναι τοῦ κρείττονος εἶναι δοκεῖ, ἐν δὲ τοῖς μαθήμασι κρείττων ὁ προσέχων τὸν νοῦν τοῦ νοήσαντος αὐτοῦ καὶ παρασχόντος; καὶ μὴν ἐφʼ οἷς ὁ λαβὼν ἄριστος πῶς οὐ πρῶτος ὁ ταῦτʼ ἔχων ἐξ ἀρχῆς, καὶ διὰ τὸν χρόνον γέ που καὶ παρὰ τὴν αἰτίαν; ἔτι τοίνυν ἑνὸς ποιητοῦ τῶν ἀπὸ Βοιωτίας καὶ Ἑλικῶνος παρασχήσομαι μαρτυρίαν, ᾧ καὶ Πλάτων αὐτὸς τὰ πλείστου, φασὶν, ἄξια χρῆται. οὗτος δὲ, ὦ θεοὶ, καὶ μάλʼ ἀποκαλύψας καὶ τῆς αὑτοῦ φύσεως καὶ Μούσης ὡς ἀληθῶς βοᾷ Στεντόρειον εἰς τοὺς ἀνθρώπους ὥσπερ σιωπὴν κηρύξας σοφὸς ὁ πολλὰ εἰδὼς φυᾷ· μαθόντες δὲ λάβροι παγγλωσσίᾳ κόρακες ὣς ἄκραντα γαρύετον Διὸς πρὸς ὄρνιχα θεῖον. κοράκων φησὶν εἶναι φωνὰς τὰς τῶν μαθόντων καὶ παρʼ ἄλλων εἰληφότων πρὸς ἀετὸν γιγνομένας τὸν φύσει νικῶντα καὶ ἐκ θεοῦ ῥήτορα καὶ σοφόν. ἑτέρωθι δʼ αὖ βραχύτερον μὲν, γνωρίμως δʼ οὐχ ἧττον διαμαρτύρεται τὸ δὲ φυᾷ κράτιστον ἅπαν. πολλοὶ δὲ διδακταῖς ἀνθρώπων ἀρεταῖς κλέος ὤρουσαν αἱρεῖσθαι, σφόδρʼ ἀκολούθως ἀμφότερα εἰπών. ἐπειδὴ γὰρ τὸ μὲν κράτιστον ἐν τοῖς ὀλίγοις, τὰ δὲ φαυλότερα ἐν τοῖς πολλοῖς, ἀντιτέθεικε τῷ κρατίστῳ τὸ [πολλῷ] χεῖρον διὰ τοῦ τῶν πολλῶν ὀνόματος, ὡς ἐκεῖνο μὲν παντάπασι τινῶν ὀλίγων ὂν, τοῦτο δὲ εἰς τοὺς πολλοὺς ἀφικνούμενον. καὶ ἔτι πρὸ τούτων ἀγαθοὶ δὲ φύσει καὶ σοφοὶ κατὰ δαίμονα ἄνδρες ἐγένοντο, ὅμοιον καὶ τοῦτο τῷ ἑτέρῳ ῥήματι καὶ ταυτὸν λέγων. οὗ μὲν γὰρ διδακταῖς εἶπεν ἀρεταῖς, προσέθηκεν ἀνθρώπων, οὗ δὲ τὴν φύσιν πρεσβεύει, κατὰ δαίμονα, τούτους εἶναι τοὺς τῷ ὄντι ἀγαθοὺς καὶ σοφούς·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi