Thesauros Edebiyat Hitabet Πρὸς Πλάτωνα περὶ ῥητορικῆς

Πρὸς Πλάτωνα περὶ ῥητορικῆς

Πρὸς Πλάτωνα περὶ ῥητορικῆς Aristides, Aelius
56 δουλεύειν. ταυτὶ μᾶλλον ἂν, οἶμαι, πείθοι λέγουσα ῥητορικὴ, οἰκεῖά τε καὶ δίκαια καὶ προσόντα ἑαυτῇ λέγουσα. οὐ μὴν ἀλλʼ εἰ Πλάτων οἴεται τούτοις ἐλέγχειν αὐτὴν, ὥρα καὶ τὰ Γύγου τοῦ Λυδοῦ προσεγκαλεῖν αὐτῇ οἶμαι—ταῦτα μέν ἐστι καὶ ἀτοπώτερα—ὅτι τὸν δεσπότην ἀποκτείνας ἔσχε τὴν ἀρχήν· ἡ δὲ συνῄδει καὶ συνέπραττεν ἡ τοῦ μὲν γυνὴ, τοῦ δὲ δέσποινα. τί οὖν οὐ κἀκεῖνα λέγομεν, ὅτι Κῦρος τὸν Ἀράξην διαβὰς Μασσαγέταις συνέβαλε, Δαρεῖος δὲ τὸν Βόσπορον ζεύξας ἐπὶ Σκύθας διέβη, Ξέρξης δὲ τὸν Ἑλλήσποντον ζεύξας ἐπὶ τὴν Ἑλλάδα, Νίνος δὲ ὑπὸ Μήδων ἑάλω, ὁ δὲ Σαρδανάπαλλος ἐκαύθη ζῶν ἀναβὰς ἐπὶ τὴν πυρὰν αὐτός. καὶ τί ταῦτʼ ἐστὶ πρὸς ἔπος; ἢ πότʼ ἂν σταίη τις κατηγορῶν ῥητορικῆς, εἰ πάνθʼ ὅσα πώποτε ἢ ἰδιώταις ἢ πόλεσι συνέβη κατὰ συμφορὰς, ταῦτα ῥητορικῇ λογίζοιτο; καίτοι γε περὶ Ἀρχελάου καὶ τοῦτʼ ἔχοι τις ἂν εἰπεῖν, ὅτι Σωκράτην οὗτος ἦν ὁ καλῶν ὡς αὑτὸν, οὐ τῶν ῥητόρων οὐδένα· ἀλλʼ ἐῶ τοῦτο. ἀλλʼ οἶμαι γέλως ἐστίν. ἕως γὰρ ἄν τις μὴ δείξῃ τούτων αἰτίαν τὴν ῥητορικὴν οὖσαν, μηδὲ τῇ ταύτης φύσει ταῦτα συμβαίνοντα, οὐ ῥητορικὴν δίδωσιν ἁμαρτῆσαι, τοῦτο δέ ἐστιν ἐλέγξαι τὸ ζητούμενον. πρὸς δὲ κἀκεῖνο εὔηθες, εἰ αὑτῷ μὲν νομίζοι πᾶσαν ἄδειαν καὶ ἃ μὴ ταύτης ἔστιν ἔργα ῥητορικῇ προσάπτειν ἐξεῖναι, τὸν δʼ ἀντικείμενον λόγον

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi