99
τίθησιν, ἀλλὰ καὶ τοὺς ἀρίστους τῶν βασιλέων ῥητορικῆς φησι μετουσίᾳ γίγνεσθαι τοιούτους. καὶ προστίθησι τοὔνεκα γὰρ βασιλῆες ἐχέφρονες, οὕνεκα λαοῖς βλαπτομένοις ἀγορῇφι μετάτροπα ἔργα τελεῦσι, ῥηιδίως μαλακοῖσι παραιφάμενοι ἐπέεσσι· δύʼ ἐν τούτοις μαρτυρῶν, ὅτι τε ἡ ῥητορικὴ σύνεδρος τῆς βασιλικῆς καὶ ὅτι περὶ τὸν αὐτόν ἐστι τό τε τοῦ ἐχέφρονος πρόσρημα καὶ τὸ λέγειν καλῶς. ὁ γὰρ ἐν μὲν τοῖς ἄνω ποιήσας ὡς ἄρα ἡ Καλλιόπη τοῖς αἰδεσιμωτάτοις τῶν βασιλέων ἕπεται καὶ ποιεῖ δύνασθαι λέγειν, ἐνταῦθα δὲ προσθεὶς τοὔνεκα γὰρ βασιλῆες ἐχέφρονες, ὥστε διαιρεῖν τὰ τοῦ δήμου διάφορα, δεικνύει ἐν ᾗ μοίρᾳ πρόσθεν ἔθηκε τοὺς λόγους, ἐν ταύτῃ τὴν σωφροσύνην, καὶ πάλιν αὖθις ὡς οὐχ ὑπʼ ἀνοίας τοὺς ῥήτορας ὄντας καὶ ἐχέφρονας, ῥητορικῆς μὲν ἀρχὴν φρόνησιν καὶ σωφροσύνην τιθεὶς, ταύτας δʼ αὖ συνάψας πρὸς ἀλλήλας, τήν τε βασιλικὴν καὶ δικαστικὴν, ὀρθῶς ἀγορεύων Ἡσίοδος καὶ τὰς Μούσας ἀμειβόμενος δικαίως, παρʼ ὧν καὶ τὸ δύνασθαι περὶ τούτων λέγειν παρειληφὼς ἦν. οὐκοῦν οἱ μὲν ἐχέφρονες περὶ τούτων λέγουσι τὰ δέοντα, οἱ δὲ βασιλεῖς λέγειν εἰδότες εἰσὶν ἐχέφρονες, οὐ μόνον ἵνʼ αὐτοὶ τὰ δέοντα πράττωσιν, ἀλλʼ ἵνα καὶ ἑτέρους παρασκευάζωσιν. ἔστιν ἄρα ῥητορικῆς ἔργον καὶ φρονεῖν ὀρθῶς καὶ μὴ μόνον αὑτὸν ἃ δεῖ πράττοντα, ἀλλὰ καὶ ἑτέρους πείθοντα ἃ δεῖ πράττειν παρέχεσθαι, καὶ ὅλως εἶναι βασιλικόν. οὐκ ἀποστατεῖ δὲ οὐδὲ ἡ παροιμία τούτων ἡ λέγουσα οἷος ὁ τρόπος, τοιοῦτον εἶναι καὶ τὸν λόγον· καὶ πάλιν τὸ ἕτερον ὡσαύτως. οὕτω καὶ τοῖς παρʼ ἡμῶν λόγοις, μᾶλλον δὲ οἷς αὐτὸς ὑποτίθησιν ὁ λόγος, καὶ τῇ παρὰ τῶν πραγμάτων μαρτυρίᾳ καὶ τῇ παρὰ τῶν ἐντιμοτάτων ποιητῶν καὶ τῇ τῶν παροιμιῶν πίστει παρʼ ἡμῖν τἀληθές ἐστιν.
99
εἰ δὲ δεῖ καὶ μῦθον λέγειν, δέδοικα μὲν ἐγὼ μὴ καὶ ταῖς γραυσὶν ἡμᾶς ἐξούλης ὀφλεῖν ἐπισκώπτων φῇ τις ἀνὴρ κωμικός. ἐρῶ δὲ οὐ μῦθον ἄλλως αὐτὸν εἰς αὑτὸν τελευτῶντα, ἀλλὰ καὶ ἐνταῦθα ἡ παρὰ τῶν πραγμάτων προσέσται