257
ἵππων ὀχούμενος· ὃ μηδενί πω τῶν ἄλλων ἦν ῥᾴδιον. ὥστε καὶ ἰδὼν αὐτὸν Ἀχιλλεὺς ᾤκτειρέ τε καὶ λέγει λοῖσθος ἀνὴρ ὤριστος ἐλαύνει μώνυχας ἵππους. ἆρʼ οὖν οὐ παράδοξον ἑξῆς οὑτωσὶ θεῖναι παρʼ ἄλληλα καὶ τὸν αὐτὸν λοῖσθόν τε καὶ ἄριστον προσειπεῖν; ἀλλʼ ὅμως τοιαῦτά φησι τἀνθρώπεια—τοῦτο γάρ μοι δοκεῖ τῶν ῥημάτων τὸ βούλημα εἶναι—ὁ αὐτὸς ἄριστός τε ἀνὴρ καὶ ἔσχατος, ὅπερ περὶ τοῦ δακτύλου φασί ποτʼ εἰπεῖν Ὀρόντην τὸν Πέρσην ὡς αὐτὸς ὢν τῇ θέσει ποτὲ μὲν τὰ μύρια σημαίνει, ποτὲ δὲ οὐ πλέον ἢ ἕν. ὥστʼ ἐμοὶ μὲν ἄντικρυς εἰς τὸ Πλάτωνος παράδειγμα ὁ Εὔμηλος τείνειν δοκεῖ κατά τε τἄλλα καὶ ὅτι οὐχ ὅσον τῆς νίκης ἐστερήθη, ἀλλὰ καὶ ἀγκῶνάς τε περιδρύφθη στόμα τε ῥῖνάς τε ὑπὸ τῶν ἵππων τῶν ἀρίστων καὶ ὑφʼ ὧν οὐδεπώποτʼ ἐσφάλη, ἄγων δʼ αὐτὰς ὅποι βούλοιτʼ ἀεὶ καὶ παρὰ πάντας ἐθαυμάζετο. ὁ δέ γε Αἴας νὴ Δίʼ ὁ τάχιστος τῶν Ἑλλήνων θεῖν καὶ πλείστους ἐν ταῖς φυγαῖς αἱρῶν, ἐφʼ οὗ τοῦτʼ εἴρητο οὐ γάρ οἵ τις ὁμοῖος ἐπισπέσθαι ποσὶν ἦεν ἀνδρῶν τρεσσάντων ὅτε τε Ζεὺς ἐν φόβον ὄρσῃ· καὶ οὗτος τοιαῦθʼ ἕτερα ἀπέλαυσε τοῦ δρόμου, γυμνός τε καὶ πολεμίων καθαρὸς τρέχων, ἀπῆλθε τῆς τε νίκης στερηθεὶς καὶ τῆς ὄνθου προσέτι ἐμπεπλησμένος. βλάψεν γὰρ Ἀθήνη, φησὶν ὁ ποιητής· τὴν δʼ αὐτὴν ταύτην καὶ τὸν Εὔμηλον ἐκ τοῦ ἅρματος ἐκβαλεῖν. τί τοῦτο λέγων; τὴν τύχην διὰ τῆς Ἀθηνᾶς, ὥς γʼ ἐμοὶ δοκεῖ, δηλῶν, ὅτι τἀνθρώπεια ὅπη βούλεται στρέφει, καὶ οὐ πάντη τῶν προεχόντων τὰ ἆθλα. ὁ δέ γʼ ἕτερος νὴ Δία Αἴας, ὁ τοῦ Τελαμῶνος, τὸ μέγα ἕρκος τῶν Ἀχαιῶν καὶ ὃς ἦν ἀντὶ τείχους τοῖς Ἕλλησιν οὐ μόνον αὐτὸς, ἀλλὰ καὶ ἡ ἀσπὶς αὐτοῦ, οὗτος περὶ μὲν τὸν δίσκον ὡς ἔπραξεν ἔλαττον ἂν ἴσως εἴη λέγειν, καίτοι δόρυ γʼ εἰωθὼς ἔχειν ἐν ταῖν χεροῖν