194
ἐπείθοντο, καὶ καταλιπόντες ἱερὰ καὶ τάφους καὶ γῆν εἰς ἕνα ἑώρων Θεμιστοκλέα, παίδων καὶ γονέων καὶ τῶν τῆς φύσεως ἀναγκαίων ἐκεῖνον προκρίναντες, καὶ ὥσπερ τῆς ἱερᾶς ἀγκύρας τῆς ἐκείνου φωνῆς ἐχόμενοι. οὐκ ἂν τότε γʼ αὐτοὺς οὐδʼ Ὀρφεὺς ὡς ἑαυτὸν μετέστησεν. ἀλλὰ μὴν ἅ γʼ ἐν τῇ Σαλαμῖνι καὶ λέγων καὶ πράττων διετέλεσεν ἐν ἅπασιν ἤδη τοῖς Ἕλλησι πολιτευόμενος, καὶ ὅσας καὶ οἵας ἀφῆκε φωνὰς ὑπὲρ τοῦ καλοῦ καὶ τοῦ δικαίου καὶ ὁπόσους τινὰς ἄθλους διήνεγκε καὶ πράγμασιν οἵοις συνέσχετο, ὁπότε καὶ πείσειεν, ἐξ ἀρχῆς αὖθις αὖ περὶ τῶν αὐτῶν ἀγωνιζόμενος, καὶ τὴν συνουσίαν ἣν συνεγένετο Ἀριστείδῃ τῷ κατʼ ἐπωνυμίαν ἀρίστῳ τῶν Ἑλλήνων καὶ δικαιοτάτῳ, καὶ ὡς ἐφάμιλλα ὡμίλησαν, καὶ οὐ πολὺ δʼ ὕστερος ἦν τοῖς ἀμοιβαίοις, καὶ τὸ πάταξον μὲν, ἄκουσον δὲ ὑπὲρ πάντα Σωκράτη εἰρημένον πρὸς Εὐρυβιάδην καὶ μυρίʼ ἕτερα ἀπέραντον ἂν εἴη λέγειν. ὡς δʼ ἀντέλεγε μὲν οὐδεὶς αὐτῷ, παραμένειν δὲ οὐκ ἐτόλμων, ἀλλʼ ἐξεχέοντο ὑπὸ τοῦ δέους οἱ λόγοι καὶ ὁ δρασμὸς ἐνίκα καὶ πράγματα αἴσχιστα ἔμελλε συμβήσεσθαι, καὶ οὐχ ὅσον τὸ τῆς δουλείας, ἀλλʼ ἀποδρᾶναι πρῶτον, εἶτα δουλεύειν, καὶ πρότερον δούλους κακοὺς δόξαι τοῖς βαρβάροις ἢ δούλους γενέσθαι, τότε δὴ, τότε ὑπὲρ πάντας ἰατροὺς πρὸς ἀνάγκην καὶ πρὸς ἀηδίαν σώζοντας ἐπάγει τοὺς βαρβάρους
195
αὐτοῖς, ἀμφοτέρους ἐξαπατήσας, τοὺς μὲν ὡς κατʼ εὔνοιαν καλῶν, τοὺς δʼ ὡς οὐδὲν εἰδὼς τοῦ πράγματος· ὥσθʼ ὅ γʼ Ἀριστείδης χρηστὸς ἦν προσαγγέλλων αὐτῷ, καὶ λαβὼν αὐτοὺς καὶ τὸ τρίτον καταβαλὼν μέγιστον ἁπάντων, οἶμαι, πτωμάτων καὶ τελεώτατον, φυγάδα ἐκβάλλει Ξέρξην ἐξ ἐσχάτων ὅρων τῆς Ἀττικῆς, καὶ προσέτι γε φεύγειν εἰπών. ὁ δʼ ὥσπερ δεσπότῃ διακονῶν ἐχρῆτο ταῖς ἐντολαῖς, καὶ διώκειν τε κελεύοντι τοὺς Ἕλληνας ὑπήκουε καὶ φεύγειν προστάττοντος ἐπείθετο, καὶ πρὸς ᾔδει χάριν· καὶ πρότερον διδοὺς αὐτὸς τοῖς ἄλλοις κατὰ τῶν Ἑλλήνων ἐντολὰς, τότʼ ἀκούειν ἠναγκάζετο τῶν Ἑλλήνων ἑνὸς, καὶ ταῦτα τοῦ πάντων ἐχθίστου καὶ πολεμιωτάτου.