195
τοσοῦτον, ὡς ἔοικε, Θεμιστοκλεῖ περιῆν τοῦ διακονεῖν. οὐκοῦν ἐν μὲν οἷς ἀντὶ τῆς ἡσυχίας τὸν πόλεμον προῃρεῖτο, ἀνδρείας δεῖγμα ἐξέφερεν, ἐν οἷς δὲ ὑπὲρ τῶν Ἑλλήνων πρὸς τοὺς βαρβάρους πολεμεῖν ᾑρεῖτο, ἀλλὰ μὴ πρὸς τοὺς Ἕλληνας μετὰ τῶν βαρβάρων, ἅμα ἀνδρείας καὶ δικαιοσύνης, τοὺς μὲν ἐλάττους ἀντὶ τῶν πλειόνων καὶ μειζόνων, τοὺς δʼ οἰκείους ἀντὶ τῶν ἀλλοφύλων αἱρούμενος. καὶ μὴν τῷ μὲν εὑρίσκειν τὰ δέοντα καὶ προορᾶν καὶ μηδαμοῦ τῶν πραγμάτων ψευσθῆναι, ἀλλʼ ἄμεινον τῶν μάντεων τὸ μέλλον προλέγειν, σοφίας εἰκότως δόξαν ἠνέγκατο· τῷ δὲ μηδὲν ὧν γνοίη διαφθείρειν ὑπὸ τῶν τοῦ σώματος ἡδονῶν, ἀλλʼ ἀεὶ σχολάζοντα τοῖς βελτίστοις ἑαυτὸν παρέχειν καὶ προσέχειν τοῖς λογισμοῖς τοῖς περὶ τῆς ἡγεμονίας, καὶ τῷ γε κατασχεῖν τοὺς Ἀθηναίους περὶ τῆς ἡγεμονίας, καὶ πᾶσι τούτοις οὐκ ἔνι δή που σωφρονεῖν, ὅστις μὴ τὰ πρῶτα ἐκείνῳ σωφροσύνης νέμει. ἆρά