Thesauros Edebiyat Hitabet Περὶ τοῦ παραφθέγματος

Περὶ τοῦ παραφθέγματος

Περὶ τοῦ παραφθέγματος Aristides, Aelius
375 ὥρας ἐν σώματι καὶ κάλλους ὁπόσου τινὸς ἀντάξιον ἡ τῶν λόγων χάρις καὶ τὸ ταύτης κάλλος ὑπερπέφυκεν. ἢ ταῦτʼ οὐκ εἰς αὑτόν σοι δοκεῖ λέγειν; ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει· οἱ δέ τʼ ἐς αὐτὸν τερπόμενοι λεύσσουσιν, ὁ δʼ ἀσφαλέως ἀγορεύει αἰδοῖ μειλιχίῃ, μέγα δʼ ἐμπρέπει ἀγρομένοισιν· ἐρχόμενον δʼ ἀνὰ ἄστυ θεὸν ὣς εἰσορόωσι. καὶ μὴν ὅτι γʼ εἰς αὑτὸν αὐτῷ ταῦτα ἔχει δῆλον ἐκ τοῦ ἑτέρου τοῦ ἐναντίου. φησὶ γὰρ ὣς καὶ σοὶ εἶδος μὲν ἀριπρεπές. τὸ μὲν γὰρ ἐκείνῳ δίδωσι δυοῖν ὄντοιν, τὸ δʼ αὑτῷ, τὸ λοιπόν. καὶ ταῦτʼ οὐχ ὑπʼ αὐθαδείας, ὦ σοφίας ὄφελος σὺ καὶ μέγα κῦδος Ἀχαιῶν, οὐδὲ τηνάλλως ἐκεῖνος διεξῄει τῷ θυμῷ παραδοὺς ἑαυτὸν, ἀλλʼ ἐπιστρέψαι βουλόμενος τὸ μειράκιον, τεθραμμένον ἐν τρυφῇ καὶ πολὺ τῆς ἀληθείας διημαρτηκός. καὶ ὡς ἔοικεν ὤνησε. μεταγιγνώσκει τε γὰρ οὐκ εἰς μακρὰν καὶ πατέρα αὐτὸν ἀντὶ τῶν προτέρων ἐκείνων καλεῖ καὶ εἰς διαλλαγὰς ἔρχεται. πάλιν δʼ αὖ περὶ τῆς ἐν τοῖς ἄθλοις ἕξεως αὐτοῦ λέγων, ἄντικρυς ὥσπερ Νέστωρ ἐν Ἰλιάδι, καθʼ ἕκαστον διελόμενος ὁπόσον κρατοίη λέγει πάντα γὰρ οὐ κακός εἰμι, μετʼ ἀνδράσιν ὅσσοι ἄεθλοι. εὖ μὲν τόξον οἶδα ἐΰξοον ἀμφαφάασθαι, πρῶτός κʼ ἄνδρα βάλοιμι ὀϊστεύσας ἐν ὁμίλῳ ἀνδρῶν δυσμενέων, εἰ καὶ μάλα πολλοὶ ἑταῖροι ἄγχι παρασταῖεν καὶ τοξαζοίατο φωτῶν· δουρὶ δʼ ἀκοντίζω ὅσον οὐκ ἄλλος τις ὀϊστῷ. ταῦτα μὲν ἐν τῇ θέᾳ τῶν Φαιάκων, πρὶν καὶ τοὔνομα εἰπεῖν πρὸς αὐτοὺς ὅ τι ἐστὶν αὐτῷ. ἐρωτηθεὶς δὲ καὶ τοῦτο ἐν τῷ δείπνῳ εἴμʼ Ὀδυσεὺς, ἔφη, Λαερτιάδης, ὃς πᾶσι δόλοισιν ἀνθρώποισι μέλω, καί μευ κλέος οὐρανὸν ἵκει· εὖ εἰδὼς ὅτι οὐχ ὁμοίως Φαίακες ἀκούσονται αὐτοῦ τῶν λόγων, ἕνα τε εἶναι τῶν πολλῶν νομίζοντες καὶ προλαβόντες ἐν ταῖς γνώμαις ὅτι νῦν αὑτοῖς τῶν Ἑλλήνων ὁ ἄριστος διαλέγοιτο. οὐκ ᾐσχύνετο οὖν ἑαυτὸν ἐπαινῶν, εἴπερ γε μηδʼ ἑτέρους ὠφελῶν.
375 οὕτω μὲν αὐτοί τε οἱ ποιηταὶ φρονοῦσιν ἐφʼ αὑτοῖς καὶ οἱ ἄνδρες περὶ ὧν διαλέγονται, καὶ οὓς μάλιστα παρʼ

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi