366
σκόπει τοίνυν ὡς τὸ πᾶν ὡμολόγηκας ἓν τὸ πρῶτον δούς. εἰ γὰρ ἓν μὲν τῶν καλῶν κατʼ αὐτόν σε τὸ τοὺς λόγους ποιεῖν, ποιεῖν δὲ ἀμήχανον καλῶς ὁτιοῦν μὴ γιγνώσκοντα περὶ αὐτοῦ, ἀλλὰ μὴν περὶ ὧν γε γιγνώσκειν, περὶ τούτων ἀνάγκη καὶ φρονεῖν, περὶ δʼ ὧν φρονεῖν, καὶ λέγειν, δέδωκας περὶ ὧν τις ποιεῖ, περὶ τούτων χρῆναι καὶ λέγειν. νὴ Δίʼ ἀλλʼ ἐν εἰδόσιν ἦν τὰ λεγόμενα. τί δῆτʼ ἂν ἐποίησας, ἢ οὐ κατηγόρησας ἂν εἴ μʼ ἔλαβες ψευδόμενον, ὅς γε ὧν ἅπαντας εἶναι φῄς μοι μάρτυρας, ταῦθʼ ὡς οὐ προσήκοντα ᾐτιάσω; καὶ ὡς ἔοικεν, ἂν μὲν Δημοσθένη, ἢ Μιλτιάδην, ἢ Θεμιστοκλέα, ἢ τὸν ὁμώνυμον ὑποκρίνωμαι, τότε μὲν πολὺ σοῦ κατʼ αὐτόν σε ἀμείνων εἰμὶ γνῶναι τοὺς ἑκάστῳ προσήκοντας λόγους· οὓς δʼ ἐμοὶ περὶ ἐμοῦ καὶ τῶν ἐμῶν προσήκει ποιεῖσθαι λόγους, τούτους δὲ σὺ καλλίων εἰδέναι; καὶ πῶς ἂν σοὶ παριεὶς εἰδέναι βέλτιον ὀρθῶς ἂν φρονοίην; καὶ μὴν τὸ μὲν ἐκείνων ἦθος εἰκάσαι δεῖ με, τὸ δʼ ἐμαυτοῦ σαφῶς, οἶμαι, ἐπίσταμαι. καὶ νῦν εἰ μὲν περὶ τῆς Ἀθηνᾶς αὐτῆς ἐχρῆν εἰπεῖν, ἐγὼ βελτίων ἦν σοῦ γνῶναι τοῖς σοῖς λόγοις, ἃ δʼ ὑπὲρ τῶν λόγων τῶν εἰς τὴν Ἀθηνᾶν σὺ κρείττων ἐμοῦ; καὶ τοὺς μὲν ἄλλους ἐπίστασθαι φῂς αὐτὰ, αὐτὸν δέ με οὐκ ἐᾷς; καὶ σὺ μὲν ἡμῖν ἐπιτιμᾷς, ἐμοὶ δʼ οὐκ ἐξέσται τοῖς οἷος εἶ σὺ, καὶ ταῦτα ἐπιστροφῆς ἕνεκα; καὶ σὺ μὲν ὢν ἀκροατὴς μετείληφας ῥήτορος σχῆμα, τὸν δὲ ῥήτορα ἀξιοῖς ἡσυχίαν ἄγειν εἰς τὰ οἰκεῖα, καὶ ὑπὲρ μὲν ἄλλων λέγειν, ὑπὲρ δʼ ἑαυτοῦ σιγᾶν; τί δῆτʼ ἂν, εἰ ἡμῖν ἐδεδώκεις ἐξελὼν ὁππόθι πιότατον πεδίον Καλυδῶνος ἐραννῆς