Thesauros Edebiyat Hitabet Κατὰ τῶν ἐξορχουμένων

Κατὰ τῶν ἐξορχουμένων

Κατὰ τῶν ἐξορχουμένων Aristides, Aelius
410 ὑμεῖς δʼ εὖ μάλα πᾶσαι ἀποκρίνασθʼ εὐφήμως, τυφλὸς ἀνὴρ, οἰκεῖ δὲ Χίῳ ἐνὶ παιπαλοέσσῃ. πάλιν εἰς τραγῳδίαν τίνες ἐνδοξότατοι καὶ πᾶσιν ὡς ἔπος εἰπεῖν τοῖς κριταῖς νικῶντες; οἶμαι μὲν, οἱ βέλτιστοι Σοφοκλῆς, Αἰσχύλος, Εὐριπίδης. μὴ γάρ τις τούτων μάλιστα, ἀλλʼ ὅτι γε ὑπὲρ πάντας οὗτοι τοὺς ἄλλους. ῥητόρων δὲ τῶν εἰς ἡμᾶς τίς γνωριμώτατος καὶ θαυμαστότατος καὶ μέγιστον ὄνομα ἔχων ἐν τοῖς πολλοῖς; ὁ πλεῖστον ὑπερσχὼν τῷ καλῷ τῷ περὶ τοὺς λόγους. πάντες ὧν μέγιστα ὀνόματα ἐπὶ τοῖς ἑαυτῶν ἀντὶ μαρτύρων εἰσί μοι. νὴ Δίʼ, εἴποι τις ἂν, ἀλλʼ ἠκολούθησαν οἱ πολλοὶ τῇ δόξῃ τῶν ὀλίγων καὶ ἀκριβῶς ἐξ ἀρχῆς τὰς ψήφους ἐνεγκόντων. οὐ διαφέρομαι. ἀλλʼ οὖν τοῦτό γʼ εὔδηλον ὅτι κἀν τοῖς ὀλίγοις κἀν τοῖς πολλοῖς εὐδοκιμεῖν ἀνάγκη τὰ βελτίω, καὶ τοσούτῳ μᾶλλον ὅσῳ περ ἂν ᾖ τελεώτερα. ἔτι δʼ εἰ τοσοῦτόν ἐστι τὸ κράτος τῶν ἀκριβεστάτων, ὥστε καὶ ἑτέρους εὐδοκιμεῖν, οὗτοί εἰσιν οἱ παρασκευάζοντες ἀφʼ ὧν ἂν κρίνωσι, πῶς οὐ πανταχῆ τὸ ἀκριβὲς ἰσχυρόν; ἢ τί δεῖ τοὺς ἀκριβεστάτους θεραπεύειν ἀφέντα τοὺς πολλοὺς ἀρέσκειν ζητεῖν, οἳ τῶν ἀκριβεστάτων εἰσὶν, οὐχ αὑτῶν; ἐκείνως μὲν γὰρ ὑπʼ ἀμφοτέρων κριθησόμεθα καὶ θαυμασθησόμεθα, οὕτω δὲ ὑπʼ οὐδετέρων σχεδὸν εἴπερ μηδὲν ἰσχυρόν ἐστι τῶν πολλῶν. ἀλλʼ ἐγὼ τί φημί; καὶ τοῖς ἀρίστοις ἕπεσθαι τοὺς πολλοὺς καὶ καθʼ αὑτοὺς εὐθὺς μοίρᾳ τινὶ θείᾳ τὰ κράτιστα θαυμάζειν. καὶ γὰρ ἂν εἴη παγγέλοιον, εἰ διʼ ἑτέρων μὲν ἀκριβῶν ἴσασι τοὺς ἀκριβεῖς, αὐτοὶ δʼ ἀγνοοῦσι, καὶ τοὺς μὲν κρίνοντας αὐτῶν ἀντικρίνουσιν αὐτοὶ βελτίους ἑαυτῶν εἶναι, τοὺς δʼ ἐξ ἀρχῆς τὰ κράτιστα δεικνύντας οὐ θαυμάσονται, οἳ μετὰ τῆς ἐπιστήμης καὶ τὴν δύναμιν τοῦ πείθειν οὖσαν κέκτηνται. οὐδεὶς ὅστις οὐ φήσει ταῦθʼ οὕτως ἔχειν. καίτοι κἂν εἰ μὴ συναμφοτέρους ἄγειν ἐξῆν, τό γε τῶν βελτίστων μέρος αἱρετώτερον οἶμαι τοῖς εἰς βελτίους ἀξιοῦσι τελεῖν·
411 ὅτε δʼ ἔστιν ἐξ ἀρχῆς καὶ τούτους κἀκείνους χειροῦσθαι ἢ διʼ ἐκείνων καὶ τούτους αἱρεῖν, πανταχῆ νικᾷ τὰ βέλτιστα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi