Thesauros Edebiyat Hitabet Κατὰ τῶν ἐξορχουμένων

Κατὰ τῶν ἐξορχουμένων

Κατὰ τῶν ἐξορχουμένων Aristides, Aelius
401 χαρίεντές γέ εἰσιν οἱ τῶν σφετέρων ἀγαθῶν περὶ τοὺς λόγους, ἵνʼ εὐφήμως ἄρξωμαι, τοὺς ἀκροατὰς αἰτιώμενοι καὶ λέγοντες ὡς ἄρα τούτου χάριν ἐκβαίνουσι τοῦ ῥυθμοῦ καὶ τῆς ὀρθότητος, ἵνʼ ὡς πλείστους ἀρέσαι δυνηθῶσι. καίτοι εἰ μὲν συγγνώμην αἰτοῦντες ταύτῃ τῇ σκήψει
402 καταχρῶνται, πῶς ἐπαινεῖσθαί γʼ ἀξιοῦσι; χωρὶς γὰρ ἔπαινός τε καὶ συγγνώμη, καὶ ὅτε μηδʼ αὐτοὶ σφᾶς αὐτοὺς ἐπαινοῦσι, σχολῇ γʼ ἂν παρὰ τοῖς ἄλλοις εἰκότως ἐπαινοῖντο. εἰ δʼ αὖ μηδέν ἐστι τοῦ τρόπου δυσχερὲς, ἀλλʼ ὀρθῶς ἔχει, τί δεῖ τοὺς πολλοὺς αἰτιᾶσθαι καὶ καταφεύγειν ἐπὶ ταύτην τὴν παραίτησιν, ἀλλʼ οὐ τὸν τρόπον ὡς ὀρθῶς ἔχει δεικνύναι; ἀλλʼ οἶμαι, κομψοί τινές εἰσι καὶ διπλᾶ κρούουσιν, ἵνʼ ἐὰν μὲν ἕλωσι, ταύτῃ κεκρατηκότες ὦσιν, ἂν δὲ φωράσῃ τις, ἔχωσιν ἀναχώρησιν καὶ λέγωσιν ὡς οὐδʼ αὐτοὶ τὸ βέλτιον ἠγνόουν, ἀλλʼ ἑτέρων ἕνεχʼ ἡμάρτανον. ἔστι δὲ τοῦτο ἡ πρώτη καὶ μεγίστη ψῆφος, ἣν αὐτοὶ καθʼ αὑτῶν διʼ ὑπερβολὴν σοφίας φέρουσιν. ἐγὼ γὰρ εὐξαίμην ἂν μάλιστα μὲν καὶ παρὰ τοῖς ἄλλοις ἅπασιν εὐδοκιμεῖν, τὴν δʼ οὖν ἀρχὴν ἀφʼ ἑστίας εἶναί μοι καὶ πείθειν ἐμαυτὸν πρῶτον, καὶ μὴ τὸ τῆς κυνὸς τῆς ἐν τῷ μύθῳ παθεῖν, μηδʼ ἐν ὅσῳ τὴν ἔξωθεν συλλέγω δόξαν, ἣν αὐτῷ μοι περὶ ἐμαυτοῦ προσῆκεν ἔχειν διαφθεῖραι, μηδὲ φθάσαι τὴν τοῦ φαῦλος εἶναι πίστιν κατʼ ἐμαυτοῦ λαβὼν, πρὶν τὴν τοῦ σπουδαῖος παρὰ τοῖς ἄλλοις βεβαιώσασθαι. τοσοῦτον δʼ ἔμοιγε ἀπολογίας ἀπέχειν δοκοῦσιν, ὅταν ταῦτα λέγωσιν, ὥστε δύʼ ἀνθʼ ἑνὸς ποιεῖν τὰ ἐγκλήμαθʼ ἑαυτοῖς, ἓν μὲν εἰ τοιαῦτʼ ἀσελγαίνουσι περὶ τοὺς λόγους, ἕτερον δὲ εἰ τούτου χάριν, ὡς ταύτῃ βελτίους κριθήσεσθαι μέλλοντες. καὶ μὴν ὅταν γε ὡς ἡμᾶς εὐθέως πιστεύσοντας οἷς πλάττονται καὶ τἀληθὲς οὐχὶ συνήσοντας παράγειν ζητῶσιν, ἄλλην αὖ τρίτην ταύτην ἀμαθίαν ἐμφανίζουσιν, εἰ μὴ νομίζουσι φωρᾶσθαι. τὸ δʼ, οἶμαι, τοιοῦτόν ἐστιν. οὐδεὶς ἑκὼν μεθίησι τὸ βέλτιστον· ἀλλὰ Πλάτων καὶ Πίνδαρος πολλαχῆ μὲν καὶ ἄλλῃ σοφοὶ, καὶ δὴ καὶ κατὰ τόνδε τὸν λόγον οὐχ ἥκιστα, ὁ μὲν οὑτωσὶ λέγων οὔτις ἑκὼν κακὸν εὕρετο καὶ πάλιν
1 / 15 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi