Thesauros Edebiyat Hitabet Πρὸς Δημοσθένη περὶ ἀτελείας

Πρὸς Δημοσθένη περὶ ἀτελείας

Πρὸς Δημοσθένη περὶ ἀτελείας Aristides, Aelius
29 καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ταύτη μάλιστα καταψεύδει Λεπτίνου, ὡς ἐν τῷ δυσμεναίνειν ἰδία τισὶν οὐ τῷ τῆς πόλεως προνοεῖσθαι, τεθεικότος τὸν νόμον· ἐπεὶ ὅτι γε τοῦτʼ ἐστὶ καὶ οὐχ ὧν αὐτὸς ἕνεκα φάσκεις ἐπὶ ταῦτα προήχθη δῆλον ἐντεῦθεν· πρῶτον μὲν ὅτι πᾶς ὁτῳοῦν χαλεπαίνων κατʼ αὐτοῦ μόνου χρῆται τοῖς λόγοις, καὶ τοῦτʼ ἀντὶ πάντων ἐσπούδακεν, ὅπως βέλτιστον μὲν ἑαυτὸν διὰ πάντων, ἐκεῖνον δὲ παμμίαρον καὶ κάκιστον ἀνθρώπων ἀποφανεῖ, ἐλέγχων, ἐγκαλῶν, διαβάλλων, πᾶσιν οἷς ἔξεστι κατατρέχων, οὐ μέντοι μὰ Δία νομοθετῶν. οὐ γὰρ οἷόν τε ταῦθʼ ὁμοῦ συνελθεῖν, νόμον καὶ τὸ γεγράφθαι· τὸ μὲν γὰρ ἔλεγχός ἐστι καὶ διαβολὴ πονηρίας καὶ τοῦ κακόν τινα εἶναι, ὁ δὲ κοινή τις πρὸς μὲν τὰ βέλτιστα προτροπὴ, τῶν δὲ χειρίστων ἀπαγωγὴ, ὡς τὰ μὲν φεύγειν, τὰ δʼ αἱρεῖσθαι. πῶς οὖν ἤμελλε δή που Λεπτίνης ἀφεὶς οἷς ἐγκαλεῖν εἶχεν ἐπεξιέναι, τούτοις ὅπως ἔσονται βέλτιστοι παραινεῖν, καὶ οὓς κακῶς πεπονθότας ἥδιστʼ ἂν εἶδε, τούτων ὡς ἑταιροτάτων τε καὶ φιλτάτων ἀντιποιεῖσθαι; οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν. εἰ δʼ ὁ μὲν ὅπως μηδεὶς ἀτελὴς εἴη τῶν πάντων θέμενος νόμον αἰτιώτατος ἄλγους τοῖς ἀτελείας κεκτημένοις κατέστη, σὺ δʼ ἐντεῦθεν ῥᾷστα συλλογίζει τὸ μῖσος, ὥρα σοι καὶ περὶ πάντων ὡς εἰπεῖν τῶν νομοθετῶν ταῦτʼ ἐψηφίσθαι, καὶ δίκην ἀπεχθείας καὶ τούτοις λαχεῖν, ὅτι σωφροσύνης πέρι καὶ δικαιοσύνης καὶ τῶν ἄλλων διεξιόντες οὐ πᾶσιν ἁπλῶς εἰσι δή που κεχαρισμένοι, ἀλλὰ τοῖς εὖ ἥκουσι τρόπων· ὡς τούς γε πονηροτάτους καὶ τἀναντία τοῖς νενομισμένοις φρονοῦντας οὐδʼ ἔστιν εἰπεῖν ὅπως ἀηδῶς ἔχουσι τούτοις.
29 ἔπειτα εἴ σέ τις, ὦ Δημόσθενες, ἔροιτο, τίνες ποθʼ οὗτοι, οὓς δυσχεραίνων Λεπτίνης τὸν νόμον ἔγραψεν, οὐκ ἄν μοι δοκεῖς ἔχειν εἰπεῖν. ἀλλʼ ὅτι μὲν εἰσὶ τινὲς ἁπλῶς οὕτως εἰρήκεις, τίνες δὲ οὗτοι λέγειν

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi