Thesauros Edebiyat Hitabet Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας

Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας

Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας Aristides, Aelius
70 χρείας ἑστὸς ὥσπερ ἐκ δυοῖν ποδοῖν ὡς ἀληθῶς, τὸ τοῦ λόγου, πρὸς ταύτην ὡς πρὸς μητέρα χωροῦσι, καὶ τυγχάνουσιν ὧν βούλονται κάλλιον ἢ προσεδόκησαν. οὕτω δʼ ἀνθρώποις περισπούδαστος οὖσα, οὕτω καὶ θεοφιλής ἐστι καὶ μέλημα τοῖς κρείττοσιν ἐναργῶς ὡς τοὺς μὲν αὐτῶν πάλαι πρὸς ἀλλήλους περὶ ταύτης ἐρίσαι, τοὺς δʼ ὧν πρὸς ἀλλήλους εἶχον διαφορῶν ἐνταῦθα πεποιῆσθαι τὰς κρίσεις, πάντας δʼ ἁπλῶς κατὰ πάντα δή που τὸν χρόνον πᾶσαν εἰσφέρειν σπουδὴν μὴ μόνον τὰ λυσιτελῆ καὶ συναύξοντʼ αὐτὴν ἐκ παντὸς τρόπου περαίνειν, ἀλλὰ καὶ ὅ τι ἂν ἔσθʼ ὅτε σφαλῶμεν, ταῦτʼ αὐτοὺς ἐπὶ τὸ βέλτιον μεθιστάναι.
70 οὐκοῦν καὶ περὶ ἀτελείας ταῦτʼ εἰκότως ἔχομεν λέγειν καὶ τῆς τῶν θεῶν προνοίας ἀξίως. ὡς εἰ μὲν τῶν
72 λυμαινομένων κατὰ τὸν σόν ἐστι λόγον αὕτη, Λεπτίνη, οὐκ ἂν ἐπὶ τοσοῦτον εἰσκωμάσαι τῇ πόλει ταύτην εἴασαν οἱ θεοὶ, ἀλλʼ ὥσπερ διὰ τοῦ κοινοῦ μάντεως καὶ ἐξηγητοῦ τοῦ πατρῴου τῇ πόλει θεοῦ ἔπαυσαν μὲν τὴν πρὸς Εὔμολπον μάχην, ἔπαυσαν δὲ τὸν λοιμὸν, ἐνταῦθα μὲν τοῦ Λεῶ τῶν θυγατέρων ἐκστάντος, τοῦ δʼ Ἐρεχθέως ἐκεῖ τῆς παιδὸς, καὶ πάλιν αὖ ἐν τῷ πρὸς Δωριέας καὶ Πελοποννησίους πολέμῳ περιγενέσθαι τῇ πόλει παρέσχον οἷς ἐθελοντὴν τὸν Κόδρον ἀποθανεῖν
74 παρεσκεύασαν· οὕτω καὶ τὴν ἀτέλειαν, εἴπερ ἐπιβλαβῆ τῇ πόλει συνῄδεσαν, εὐθὺς ἂν τὸν αὐτὸν τρόπον ἦραν ἐκ μέσου. καὶ πάντες μὲν ὡς εἰπεῖν οἱ θεοὶ, ἐπεὶ πᾶσιν ἡμῶν μέλει καὶ πάντων ἡμῖν, πολλῷ δὲ πλέον ἡ τὴν πόλιν ἐξ ἀρχῆς λαχοῦσα Παλλὰς καὶ ὁ προσοικῶν Ἴακχος, ὃς τῆς εἰς ἡμᾶς εὐνοίας καὶ φιλανθρωπίας πλεῖστα μὲν καὶ κάλλιστα δείγματα ἐξήνεγκεν ἐν παντὶ τῷ παρασχόντι, μέγιστον δὲ καὶ ὃ πάντες ᾁδουσιν οἷς ἐν τῷ Μηδικῷ πολέμῳ τὰ κράτιστα συνήραθʼ ἡμῖν, καὶ αὐτὸς διʼ ἑαυτοῦ καὶ νέφος ταῖς τῶν βαρβάρων ναυσὶν ἐγκατασκῆψαι παρασκευάσας ἅμα τῷ μέλει τῷ μυστικῷ. ἀλλʼ, ὅπερ

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi