80
πάντων δὲ ἀτοπώτατον, εἰ πάλαι μὲν τοῦ Μήδου τοῖς ἡμετέροις προγόνοις πλεῖστα καὶ μέγιστα δῶρα τὰ μὲν αὐτίκα διδόντος, τὰ δʼ ἐπαγγελλομένου, ἐὰν μετʼ αὐτοῦ κατὰ τῆς Ἑλλάδος συστῶσιν, ἐὰν δὲ μὴ, πάντα τὰ πάντων αἴσχιστʼ αὐτοῖς ἀπειλοῦντος, τούτων οὐδὲν τὸ παράπαν εἷλεν αὐτοὺς οὐδʼ ἔπεισε γενέσθαι κακοὺς, ἀλλὰ τοσοῦτον ἀπέσχον τοῦ σφῶν αὐτῶν καὶ τοῦ μεγάλου τῶν Ἀθηναίων ὀνόματος ἀνάξια καὶ βεβουλεῦσθαι καὶ δρᾶσαι, ὡς μᾶλλον ἂν ἑλέσθαι καθάπαξ ἀπολωλέναι καὶ αὐτοὺς καὶ τὰ αὐτῶν ἢ τῶν ὑπὲρ τῆς Ἑλλάδος ἐξ ἀρχῆς αὐτοῖς ἐγνωσμένων καὶ ὁπηοῦν καθυφέσθαι· καὶ ταῦτʼ οὔσης ἀνάγκης, ἐν ᾗ καὶ τὸ παρὰ τοὺς νόμους εἰργάσθαι φέρει ξυγγνώμην. ἡμεῖς δὲ, ὦ ἄνδρες Ἀθηναῖοι, καθʼ ἡμῶν αὐτῶν εἴξομεν ὁτῳοῦν, καὶ πλέον ἕξει Λεπτίνης ἃ μὴ δεῖ συμβουλεύων, ἢ Ξέρξης μετὰ πάσης ὡς εἰπεῖν τῆς οἰκουμένης ἡμῖν ἐπιών; καὶ μὴν οἷς μὲν
82
τούτου γῆν καὶ ὕδωρ διὰ τῶν πρέσβεων αἰτοῦντος οὐκ ἐπεστράφημεν οὐδʼ ὁπωστιοῦν, ἀλλʼ οὕτως ἔσχομεν ἐν τῷ παραυτίκα τῆς ἀκοῆς ὥστʼ ἐπειδή τις ἐτόλμησεν εἰπεῖν ὡς χρὴ ξυγχωρεῖν, οὐ μόνον αὐτὸν λίθοις εὐθὺς ἀνελεῖν, ἀλλὰ καὶ τοὺς πρέσβεις εἰς φρέαρ ἐμβεβληκότες, ἔπειτʼ αὐτοῖς γῆν ἐπιχῶσαι, ὡς μόνην ταύτην οὖσαν πρὸς εὐψυχίαν παράκλησιν, θαυμαστὴν δόξαν ὑπερφυοῦς μεγαλοφροσύνης καὶ Ἕλλησι καὶ βαρβάροις ἐν τῷ τηνικαῦτα παρέσχομεν· ἀφορήτῳ δʼ ὀνείδει καὶ διηνεκεῖ περιβαλεῖν ἐπιχειροῦντα νῦν τὴν πόλιν Λεπτίνην εἰ μὴ καθέξομεν, ἡμῶν αὐτῶν παντάπασι δόξομεν ἐκπεσεῖν. καὶ
84
τότε μὲν Ἄρθμιον τὸν Ζελείτην καὶ προσέτι τὸν ἑρμηνεύσαντα τὰ γράμματα τὸν μὲν ἔξω πάσης ᾠήθημεν ἀποκτεῖναι συγγνώμης, Ἄρθμιον δʼ ἐψηφισάμεθα πολέμιον τοῦ δήμου τῶν Ἀθηναίων, αὐτόν τε καὶ τὸ γένος ἀτίμους, ὅτι ὁ μὲν τῷ βασιλεῖ διακονῶν χρυσίον εἰς Πελοπόννησον ἤγαγεν, ὁ δʼ ἔχρησε τὴν γλῶτταν κατὰ τῶν Ἑλλήνων τῷ βασιλεῖ· τὸν δὲ μὴ μόνον ἡμᾶς, ἀλλὰ καὶ