134
ἐπεὶ καὶ φύσει καὶ χρόνῳ συγκεκληρωμένον ὥσπερ ἄνωθεν ἔχομεν πάντες εὖ ποιεῖν μᾶλλον ἢ εὖ πάσχειν αἱρεῖσθαι, καὶ πρὸς τοὺς νῦν ἀτελείᾳ χρωμένους κατὰ ταὐτὰ διακεῖσθαι καὶ πρὶν ὑπʼ αὐτῶν ἡμᾶς εὖ πεπονθέναι, ταύτης αὐτοὺς ἀξιῶσαι. ὅτε δʼ ὑπʼ αὐτῶν πρόσθεν ἡμεῖς εὖ πεπονθότες ἔπειτα ταύτης αὐτοὺς ἠξιώκαμεν, ἐθελήσομεν πάλιν αὖ ταύτην αὐτοὺς ἀφελέσθαι, ὥσπερ ἐπὶ ῥητοῖς δεδωκότες, ἢ ἡμῶν αὐτῶν ὅτι παρέσχομεν καταγνόντες; καὶ τίνα περὶ ἡμῶν αὐτῶν τοῖς Ἕλλησι δώσομεν δόξαν, οἱ μεγαλοψυχίας ἑκασταχοῦ γῆς ἴσχοντες ὄνομα, καὶ οὕτω φανερώτατα πάντων ἀνθρώπων διʼ ἀρετὴν ὑπὸ θεῶν σπουδασθέντες ὡς καὶ λιμοῦ ποτε κατειληφότος τὴν οἰκουμένην πᾶσαν σχεδὸν καὶ Ἕλλησι καὶ βαρβάροις τὸν Πύθιον ἀνελεῖν οὐκ ἂν τὸν λιμὸν ἄλλως πεπαῦσθαι εἰ μὴ Ἀθηναίων ὑπὲρ πάντων
136
εἰς οὐρανὸν χεῖρας ᾐρκότων; πρὸς γὰρ τῷ τῆς ἐσχάτης ἀγνωμοσύνης εἶναι τὴν τῶν διδομένων ἀφαίρεσιν, καὶ ἣν ἀτέλειαν νῦν ἴσχουσιν οὗτοι, οἴκοθεν καὶ παρʼ ἑαυτῶν ἴσχουσι ταύτην, οὐ χάριν ἡμετέραν λαβόντες, ἀλλʼ ὧν εἰς ἡμᾶς ἔδρασαν ἀγαθῶν ὥσπερ τινὰ ταύτην ἀντειληφότες μισθόν. οὐκοῦν ἐὰν ἀφέλωμεν ταύτην αὐτοὺς, πρῶτον μὲν οὐχ ἃ χαριζόμενοι σφίσι παρέσχομεν, ταῦτα τούτους ἀφαιρησόμεθα δή που, ἀλλʼ ὧν κατὰ τὸν τοῦ δικαίου λόγον εἰσὶ κύριοι, τούτων στερήσονται· ἔπειτα καὶ οἷς ἡμᾶς εὖ πεποιήκασιν οὗτοι, ταῦτʼ εἰκότως ἀνταπαιτήσουσι, καὶ πολλῷ δικαιότερον ἢ ἡμεῖς,
138
εἴπερ ἡμεῖς μὲν μηδὲν ἐγκαλεῖν ἔχοντες τούτοις μηδὲ μεμφόμενοι, ἀλλʼ ἑκόντες ὄντες ἐνταῦθʼ ἥξομεν, οἱ δὲ καὶ ἄκοντες καὶ τὸ παράλογον τοῦτο ἐπικαλοῦντες ἡμῖν. ὥστε λάθοιμεν ἂν διʼ ἡμῶν αὐτῶν ἐπὶ τουτουσὶ τὸ ξίφος ὠθοῦντες, μᾶλλον δʼ αὐτοῖς ἐπηρεάζειν ἐθέλοντες τοσοῦτον ἡμᾶς καταβλάψομεν, ὅσον οἱ μὲν ἅ γʼ ἔσχον ἐν δίκῃ, τούτων οὐκ ἐν δίκῃ στερήσονται, ἡμεῖς δὲ οὐχ ὅσον ἀπατεῶνες δόξομεν εἶναι, ἀλλὰ καὶ ὧν πρόσθεν παρʼ αὐτῶν ἀπελαύσαμεν, τούτων διὰ τὴν εἰς αὐτοὺς ἀγνωμοσύνην ὑφέξομεν δίκην δικαίως, τὴν εἴσπραξιν.