Thesauros Edebiyat Hitabet Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας

Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας

Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας Aristides, Aelius
154 σκοπεῖτε δὲ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τοῦτο, ἵνʼ εἰδῆτε σαφῶς, ὡς τἀναντία Λεπτίνης ὧν προὔθετο λέγει, καὶ τοῖς αὐτὸς αὑτοῦ πολεμῶν οὐκ αἰσχύνεται· ὅταν γὰρ πάντας μὲν τοὺς ἄλλους τὰς δωρεὰς ἀφαιρῆται, μόνους δὲ τοὺς ἀφʼ Ἁρμοδίου καὶ Ἀριστογείτονος ταύτας ἔχειν ἐᾷ, μάλιστα μὲν δῆλός ἐστι μήτε χρηστὸν τοῦτο καθάπαξ μήτε φαῦλον νομίζων, ἀλλʼ ἐφʼ ἑνὸς τούτου τἀναντία φρονῶν. ἀμήχανον δὲ κατὰ ταυτὸν ἄμφω συμβῆναι, ἀλλὰ δυοῖν θάτερον. πλὴν τοῦ γε τὸν ἔλεγχον ἐμφανῆ γεγενῆσθαι δεδόσθω. οὐ μὴν ἀλλʼ εἰ μὲν καλόν τι καὶ δίκαιον, ὦ οὗτος, τὸ τῶν δωρεῶν οἴει καὶ τῇ πόλει συμφέρον, τί μὴ πᾶσιν ἁπλῶς
156 μεταδίδως, ἀλλὰ τοῖς μὲν, τοῖς δʼ οὔ; εἰ δʼ ἀλυσιτελεῖς εἶναί σοι δοκοῦσι, καὶ κατέγνως αὐτῶν, καὶ οὐδὲν ὑγιὲς εἶναι νομίζεις, τί μὴ καὶ πάντας τούτων ἀποστερεῖς; νῦν δʼ ἔοικας οἷς τοὺς μὲν ἄλλους πάντας τῶν δοθέντων ἀποστερεῖς, τοὺς δʼ ἀφʼ Ἁρμοδίου καὶ Ἀριστογείτονος ταύτας ἔχειν ἐᾷς, τοὺς μὲν τιμῆς ἀξιοῦν, πάντας δʼ ἀτιμάζειν τοὺς ἄλλους, οὐδέτερον τούτων εἰκότως ποιῶν. ἀλλὰ λανθάνεις τοὺς μὲν οὐκ ἀξίως τιμῶν, ἐπειδὴ μὴ καὶ πάντας, πάντας δὲ ἀτιμάζων ἀδίκως, ἐπειδὴ μόνους ἐκείνους τιμᾶν ἀξιοῖς. δεῖ γὰρ ἀμφοτέροις μεταδιδόναι τῶν ἴσων. οἷς δὲ διαιρεῖς, καὶ ἄκων τούτους συνάπτεις, ὡς δέον εἶναι πάντας ἐξ ἴσης τῶν δωρεῶν ἀπολαύειν.
156 ὅτι δὲ καὶ αὗται πολλοῦ τινος ἄξιαι δῆλον ἐκεῖθεν. διʼ ὧν γὰρ μόνοις τοῖς ἀφʼ Ἁρμοδίου καὶ Ἀριστογείτονος ταύτας παρέχεις ἄμφω ταῦτα ψηφίζεσθαι μάλιστα δίδως, τοὺς μὲν δικαίους τούτων ἀπολαύειν ἡγεῖσθαι διὰ τὸ γένος, τὰς δʼ οὕτω πολλοῦ τινος ἀξίας

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi