Thesauros Edebiyat Hitabet Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας

Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας

Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας Aristides, Aelius
158 νομίζειν ὡς μόνοις τουτοισὶ ἐξ ἁπάντων ὥσπερ τι γέρας ταύτας διδόναι. οὐκοῦν ὑπερφυὲς καὶ παντάπασιν ἐναντίον ἐνταῦθα μὲν ὡς βελτίστας χώραν αὐτὰς φάσκειν κεκτῆσθαι, ἐπὶ δὲ τῶν ἄλλων γε πάντων ὡς οὐδενὸς ἀποδοκιμάζειν ἀξίας. χωρὶς δὲ τούτων οὐδὲ καθʼ ἕνα δή που τῶν τρόπων τοὺς ἀφʼ Ἁρμοδίου καὶ Ἀριστογείτονος μνημονεύειν προσῆκεν. ἐάν τε γὰρ ὡς φαύλων τῶν δωρεῶν ἀπέχεσθαι φάσκῃς, ἐναντίον οὑτοιί σοι καθιστᾶσι τὸν λόγον, ἐάν τε πλείστου ἀξίας, πάντες αὐτῶν ἐπʼ ἴσης μεθέξουσι, καὶ οὐχ οἱ τῶν ἀφʼ Ἁρμοδίου καὶ Ἀριστογείτονος μόνοι. ἔτι τοίνυν Ἁρμόδιον μὲν καὶ Ἀριστογείτονα οὕτω θαυμαστούς τινας νομίζομεν ἡμῖν γεγενῆσθαι. καὶ τῶν ἄλλων ἀμείνους ὡς καὶ τιμᾶς ἐθελῆσαι τούτους εἰκόσι κατὰ ταὐτὰ τοῖς θεοῖς, καὶ πλὴν θυσιῶν μηδενὸς εἰς φιλοτιμίαν ἐλλείπειν. οὐ μὴν καὶ τοῖς ἐξ αὐτῶν τῶν ἴσων ἀξιοῦσθαι δώσομεν, οὐδʼ ἐγγύς. οὔτε γὰρ
160 ὀλυμπιονίκας μεταδεδωκότας ποτʼ ἴσμεν τοῖς παισὶ τοῦ κοτίνου, οὐ μᾶλλόν γε ἢ τοῦ προσρήματος σφῶν, οὔθʼ οἷόν τʼ αὐτοῖς μετὰ τοῦ γένους καὶ τὴν ἀρετὴν ἐκδέχεσθαι, ἀλλὰ καὶ πολλάκις ἐκ διαμέτρου ταῦτα ξυμβαίνει. πῶς οὖν ὡς ὁμολογουμένων ἀγαθῶν τούτων ἐμνήσθης, εἰ καὶ ὅλως ἔδει μεμνῆσθαι; εἰ γὰρ τῶν ὡς ἀληθῶς ἀγαθῶν οὐκ ἐχρῆν διʼ ἅπερ ἔφην μεμνῆσθαι, ἦ πού γε τὸ τῶν οὐκ ὄντων μνημονεύειν ὡς ὄντων εἰς γέλωτα φέρει.
160 καὶ οὐ λέγω ὅτι περ ἐν αὐτοῖς τούτοις καὶ Ἁρμόδιον καὶ Ἀριστογείτονα, οὓς τοσούτου δή τινος ἄγεις, ὡς διʼ αὐτοὺς τούτους καὶ τοῖς ἐξ ἐκείνων τὰς δωρεὰς ξυγχωρεῖν, λανθάνεις τῶν εἰκόνων ἀποστερῶν, ἃς ὡς τυραννοκτόνοι γέρας ἴσχουσι, καὶ τῆς θαυμαστῆς ταύτης τόλμης ἀξιόχρεων δῶρον καὶ μάλα σφίσι προσῆκον. ποτέρως δʼ ἂν ἦσθα καλλίων καὶ πιστεύεσθαι ἀξιώτερος, πότερον καθάπαξ τὰς δωρεὰς συνιστὰς καὶ πᾶσιν ἀνθρώποις κατὰ τοῦτο ξυμβαίνων, ἢ ταύτας ἐκ μέρους μὲν συνιστὰς, ἐκ μέρους δὲ διαβάλλων, καὶ τοῖς μὲν εἰς ἅπαν

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi