Thesauros Edebiyat Hitabet Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας

Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας

Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας Aristides, Aelius
32 ἡμῶν φάσκειν νομίζειν, εἰ τῶν ἐξαπατωμένων ῥαδίως κατὰ τὸν σὸν λόγον ἡμεῖς, ἢ μηδενὸς λόγου τοὺς σοὺς ποιεῖσθαι φληνάφους, εἴ γε τὴν ἁπάντων μαρτυρίαν καὶ ψῆφον τοσοῦτον ἔχουσαν ἴσμεν τὸ συγκεχωρηκὸς ὡς μὴ μόνον ἑκασταχοῦ τῶν πραγμάτων ταύτην χρῆναι διώκειν καὶ προτιμοτέραν τῆς ἐν μέρει πολλῷ τῷ ὄντι νομίζειν, ἀλλὰ καὶ τὴν ἐντεῦθεν φήμην θεὸν προσειρῆσθαι. καὶ τούτου μάρτυς αὐτὸς, οὐχ ἕνα καὶ δύο, ἀλλʼ Ἀθηναίους πάντας καὶ διʼ αὐτῶν πάντας ἀνθρώπους συμψήφους καὶ συναγωνιστὰς λαβεῖν ἐθέλων τοῦ νόμου, ὡς τὴν ἐν μέρει μαρτυρίαν οὐδὲν οὖσαν μὴ παρούσης ἐκείνης. εἶεν.
32 εἰ δʼ ἡμετέραν ἀπάτην νομίζεις ἅ γʼ ἐπὶ τῶν ψηφισμάτων τε καὶ ξυμμάχων καὶ ὅλως ὑπὲρ ὧν πρόκειται σκέψις, ἔστιν ὅτε παρὰ τὸ εἰκὸς ἡμῖν ἀπαντᾷ, ὡς τοὺς
34 μὲν ἀντʼ ἀγαθῶν φαύλους ποιεῖσθαι, τοῖς δʼ ἑτέρως ἢ προὐθέμεθα χρῆσθαι, τὰ οὐκ ὄντα δοξάζεις. διὰ τί; ὅτι οὐ παρὰ τὴν ἡμετέραν διαγνώμην καὶ ψῆφον, οὐδʼ ὅτι περ ἃ προσῆκε, περὶ τούτων εἰδότες, εἶθʼ ἑκόντες ταῦτʼ ἀφέντες ἃ μὴ προσῆκεν εἱλόμεθα, ἀλλὰ παρὰ τὴν τῶν πραγμάτων ἀνωμαλίαν καὶ τοὺς καιροὺς καὶ ὅ τι τοιοῦτον εἴποι τις ἂν, ταῦθʼ οὕτω ξυνέβη. ὡς ἡμεῖς μὲν ὅπως βέλτιστα ταῦτʼ ἔσται πάντα καὶ ποιεῖν καὶ λέγειν ᾠήθημεν δεῖν· εἰ δὲ μηδὲν ὧν βουλόμεθα γέγονε, τὴν τῶν ξυμπεσόντων ἀνάγκην, μὴ ἡμᾶς αἰτιῶ. ὥσπερ γὰρ ὁ τοῖς πράγμασι κεχρημένος ἀβούλως τὴν μὲν ἐντεῦθεν ἀηδίαν μόνος εἰκότως φέρεται, ἂν δέ τι χρηστὸν ἀποβῇ, ἑτέρωθεν δεῖ τὴν αἰτίαν ζητεῖν, οὕτως ὁ μετὰ βουλῆς ὅτι πλείστης ἐπὶ τὰ ἔργα χωρῶν κατορθοῖ μὲν, ὡς τὸ εἰκὸς, ἀεὶ δήποτε καὶ ὧν ἐθέλει τυγχάνει, ἂν δέ τί που

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi