Thesauros Edebiyat Hitabet Περὶ πολιτικοῦ λόγου

Περὶ πολιτικοῦ λόγου

Περὶ πολιτικοῦ λόγου Aristides, Aelius

Kitap 1

3 ἔτι περιβολῆς, ὅταν τις διὰ μέσου τοῦ νοήματος ἢ τῶν νοημάτων, πρὶν ἀπαρτίσαι τὸν νοῦν, ἕτερα ἐμβάλῃ νοήματα, ὅπερ ἐὰν μὴ ἔν τινι μέτρῳ γένηται, δεινὴν ἀσάφειαν ἐργάζεται. παράδειγμα δὲ τῆς περιβολῆς ταύτης ἐν τῷ κατὰ Ἀριστοκράτους, εἰκότως δʼ ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ προσέχοιτέ μοι τὸν νοῦν καὶ μετʼ εὐνοίας ἀκούσαιτε ἃ λέγω, εἶτα συστατικὰ τοῦ ὅτι δεῖ προσέχοντας ἀκοῦσαι, ἄλλο ἐπὶ ἄλλῳ ἐπεμβεβλημένον, καὶ ταῦτα πεπλαγιασμένα, ἐπειδὴ γὰρ οὐχὶ τῶν ἐνοχλούντων ὑμᾶς οὐδὲ τῶν πολιτευομένων παρʼ ὑμῖν ὤν [τι] πρᾶγμα τηλικοῦτον φημὶ δείξειν πεπραγμένον, ἐὰν ὅσον ἐστὶν ἐν ὑμῖν συναγωνίσησθέ μοι καὶ προθύμως ἀκούσητε. καὶ οὐχ ἓν τὸ ἐκβησόμενον αὐτοῖς ἐκ τοῦ ἀκοῦσαι ἀγαθόν, ἀλλὰ δύο, τὸ μὲν ἐκ τοῦ παρόντος τοῦτό τε σώσετε, τὸ δὲ ἐκ τοῦ μέλλοντος καὶ ποιήσετε μὴ κατοκνεῖν, ἐάν τίς τι καὶ ἡμῶν οἴηται δύνασθαι ποιῆσαι τὴν πόλιν ἀγαθόν. τοῦτο μὲν οὖν πεπλήρωται καὶ οὐδὲν λείπει αὐτῷ, ὁ δέ, ἵνα πλείων ἡ περιβολὴ γένηται, καὶ τὸ ἐναντίον παραθεὶς ἐπανέλαβε. τί δὲ ἦν τὸ ἐναντίον τοῦ καὶ μᾶλλόν τινα προθυμηθῆναι ἂν ποιῆσαί τι τὴν πόλιν ἀγαθόν; νῦν δὲ πολλοῖς τοῦτο φοβουμένοις, λέγειν μὲν ἴσως οὐ δεινοῖς, βελτίοσι δὲ ὅμως ἀνθρώποις τῶν δεινῶν, οὐδὲ σκοπεῖν ἐπέρχεται τῶν κοινῶν οὐδέν. καὶ τοῦτʼ ἂν ἀπήρτιστο, ἀλλὰ καὶ ἐνταῦθα οὐκ ἤρκεσεν, ἀλλὰ καὶ κατασκευὴν τοῖς προειρημένοις ἐξ ἰδιότητος προσέθηκεν ἐγὼ γοῦν ἀπώκνησα ἄν, εὖ ἴστε, καὶ αὐτὸς τὴν γραφὴν ταύτην ἀπενεγκεῖν, ὥστε τοῦτον τὸν τρόπον συμπεπλέχθαι τὸ προσέχειν λέγοντι. καὶ τόδε ἄτοπον οὐκ ἔσται, τὸ ὀκνεῖν τινας τὴν πόλιν εὖ ποιεῖν, ὡς νῦν γε ὀκνοῦσι, διὰ τὸν φόβον καὶ τὴν ἀπειρίαν τοῦ λέγειν· ἐγὼ γοῦν μικροῦ ὤκνησα καὶ αὐτός. πῶς οὖν κατηγορεῖς; καὶ τούτου ἐξ ἰδιότητος ἡ κατασκευή, ὅτι δεινὸν ἡγοῦμαι πρότερον μέν, ὅτε ἔπλευσα τριηραρχῶν εἰς Ἑλλήσποντον εἰπεῖν καὶ κατηγορῆσαί τινων, οὓς ἀδικεῖν ὑμᾶς ἡγούμην, νῦν δὲ ἡσυχίαν ἄγειν καὶ σιωπῆσαι πρᾶγμα ἀλυσιτελὲς τῇ πόλει κατασκευάζοντας ὁρῶν τινας ἀνθρώπους. μή τί σοι δοκεῖ ὀλίγα ἐπεμβεβλῆσθαι νοήματα, ἵνα εἰς τοῦτο καταλήξῃ πᾶσα ἡ ἔννοια;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi