Thesauros Edebiyat Hitabet Περὶ πολιτικοῦ λόγου

Περὶ πολιτικοῦ λόγου

Περὶ πολιτικοῦ λόγου Aristides, Aelius

Kitap 1

9 περιβολὴν δὲ ποιεῖς καὶ ὅταν εἰσάγων τι παρʼ αὑτοῦ, οἷον Κόνων ὑμᾶς τοσαῦτα εὐεργέτησε, μὴ εὐθὺς εἴπῃς τί ἐποίησεν, ἀλλὰ προλαβὼν ἐκ τίνων τίνα ἐποίησε, πῶς ἐχόντων ἐποίησεν, ὡς ἐν τῷ πρὸς Λεπτίνην τὸ μὲν εὐεργέτημα κατεναυμάχησεν, ὁ δὲ πρὶν τοῦτο εἰπεῖν προλαβὼν προσηγάγετο, καὶ πῶς ἐχόντων τί ἐποίησεν μετὰ τὴν τοῦ δήμου κάθοδον, τὴν ἐκ Πειραιῶς, ἀσθενοῦς ἡμῶν τῆς πόλεως οὔσης καὶ ναῦν οὐδεμίαν κεκτημένης, στρατηγῶν βασιλεῖ, παρʼ ἡμῶν οὐδʼ ἡντιναοῦν ἀφορμὴν λαβών, νῦν τὸ γενόμενον ὑπʼ αὐτοῦ κατεναυμάχησε Λακεδαιμονίους.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi