Thesauros Edebiyat Hitabet Περὶ πολιτικοῦ λόγου

Περὶ πολιτικοῦ λόγου

Περὶ πολιτικοῦ λόγου Aristides, Aelius

Kitap 1

5 ἐν οἷς ὁ μέγιστος κίνδυνος ἐν τῷ πολιτικῷ λόγῳ ἢ ἐπακολουθήσαντα καὶ ἐπισπασθέντα τῇ φύσει τῶν ἐννοημάτων, καὶ καθάπαξ ἀποστάντα τῶν ὑποκειμένων διαφθεῖραι [δὲ] τὸ δόκιμον τοῦ λόγου καὶ ὑπόκενον ἐργάσασθαι καὶ γενέσθαι παρόμοιον τοῖς μετεωρολόγοις τῶν σοφιστῶν, ἢ τὸ μέτρον τὸ ἐν τούτοις ἐπισκεψάμενον, εἰς ὅσον ἐξαίρεται ὁ ἀγωνιστικὸς λόγος καὶ οἷστισιν ἀναμιγνύμενος οὐκ ἀμοιρεῖ ἐν τοῖς ὅροις τοῦ ἀγωνιστικὴν μένειν τὴν σεμνότητα καὶ μὴ διαμαρτεῖν. ταῦτα μὲν οὖν ἐν τοῖς διακούουσι.
6 νῦν δὲ ἐπανέλθωμεν ἐξ ὧν συνίσταται ἡ σεμνότης ἡ ἀκινδυνοτέρα. ταῦτα δέ ἐστιν αἵ τε ἔνδοξοι πράξεις καὶ τὰ διανοήματα καὶ τῶν ἔργων τὰ σπανιώτατα καὶ παραδοξότατα, οἷον τὸ τὸν Ξέρξην ἐπινοῆσαι τὸν Ἑλλήσποντον ζεῦξαι καὶ διορύξαι τὸν Ἄθων καὶ πλεῦσαι, καὶ Ἀθηναίους ὑπομεῖναι ἐκλιπεῖν τὴν πόλιν καὶ εἰς τὰς ναῦς ἐμβῆναι, καὶ Λακεδαιμονίους βασιλεῖ πύλας ἀποκλεῖσαι. μεγάλα γὰρ ταῦτα καὶ σεμνότητος ἔργα καὶ [τὰ] διανοήματα, καὶ ταῦτα εἰκότως καὶ τὸν λόγον εἰς σεμνότητα ἐξαίρει.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi