Kitap 1
7
παραδείγματος δὲ ἕνεκα ἔστω νόημα αὐτὸ καθʼ αὑτὸ ἐκ τῆς ἐννοίας σεμνότητος μετεσχηκὸς οὐ μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας τῶν προγόνων καὶ τοὺς ἐμ Πλαταιαῖς παραταξαμένους. ἐνταῦθα γὰρ τὸ μὲν ζητούμενον ἦν εἰ δέον ἢ οὐ δέον ἡ πόλις ἐκινδύνευσεν ἐν Χαιρωνείᾳ, εἰ ἡμάρτηται τὸ προελέσθαι τὸν πόλεμον τοῦτον ἢ οὔ. τοῦτό ἐστι τὸ ζητούμενον, καὶ τὸ κατασκευαστικὸν γέγονεν, οὐχ ἡμάρτηται, ὅτι οὐδʼ οἱ πρόγονοι ἥμαρτον οἱ ἐν Μαραθῶνι προκινδυνεύσαντες. τὸ δὲ καὶ ὀμόσαι ὡς κατὰ θεῶν τῶν προγόνων, τοῦτο ἔχει τὴν ὑπερβολὴν τῆς σεμνότητος, οὐ μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας τῶν προγόνων. δῆλον δὲ ὅτι ἐν τοῖς ἐνδόξοις καὶ καθʼ ὑπερβολὴν τῶν ἀγώνων ὁ καιρὸς τῶν τοιούτων ἐννοημάτων, οὐχ ὅταν βλάβης ἢ ἄλλου τινὸς τῶν φαυλοτάτων κρίνωμέν τινα ἢ κρινώμεθα. φαίη δʼ ἄν τις καὶ τὸ τοῦ ὅρκου σχῆμα εἶναι πᾶν· αὐτὸ γὰρ τὸ οὐ μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας οὐκ ἔστιν ὅρκος, ἀλλὰ παράδειγμα, οἷον οὐχ ἡμαρτήκατε τὸν ὑπὲρ τῆς ἁπάντων ἐλευθερίας καὶ σωτηρίας ἀράμενοι κίνδυνον, ὥσπερ οὐδʼ οἱ ἐν Μαραθῶνι προκινδυνεύσαντες· καὶ γάρ ἐστιν ὅμοιον τῷ τὸν ὑπὲρ τῆς ἁπάντων σωτηρίας κίνδυνον ἄρασθαι τὸ ἐν Μαραθῶνι προκινδυνεῦσαι. τὸ μὲν οὖν πρᾶγμα εἰς παράδειγμα ἀντὶ τοῦ εὐθέως εἰπεῖν ἐσχημάτισε, πρός τε τὸ λαμπρὸν ἅμα καὶ ἀξιόπιστον εἰς ὅρκου φαντασίαν μεταβαλών.
8
καὶ τὸ ἀρχαιολογεῖν δὲ σεμνότητος, οἷον λογιζόμενοι δὲ ὅτι μητέρα Ὀρέστης ἀπεκτονὼς εὐμενῶν θεῶν δικαστῶν τυχὼν ἀποφυγγάνει. κατὰ γνώμην μὲν οὖν οὕτω γίνοιτʼ ἂν σεμνότης.
1
κατὰ σχῆμα δὲ οὕτως, ὅταν ἀποφαντικοῖς τις χρῆται τοῖς σχήμασιν, ὡς ἐν τῷ κατὰ Ἀριστογείτονος ὁ Δημοσθένης ἅπας ὁ τῶν ἀνθρώπων βίος, ἄν τε μικρὰν ἄν τε μεγάλην πόλιν οἰκῶσι, φύσει καὶ νόμοις διοικεῖται.