Thesauros Edebiyat Hitabet Περὶ πολιτικοῦ λόγου

Περὶ πολιτικοῦ λόγου

Περὶ πολιτικοῦ λόγου Aristides, Aelius

Kitap 1

1 κατὰ δὲ σχῆμα ἔμφασις γίνεται, ὅταν τις δεικτικοῖς χρῆται, οἷον οὗτος, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ παλαιός ἐσθʼ ὁ νόμος καὶ καλῶς ἔχων. καὶ πάλιν ἐν συμβουλευτικοῖς, ὁρᾶτε ταύτην τὴν πόλιν, ἐν ταύτῃ τηλικαύτῃ τὸ μέγεθος οὔσῃ. ὁρᾷς τὸν Ἀριστόλοχον τὸν Χαριδήμου; ποτὲ εἶχεν ἀγρόν, εἶτα νῦν πολλοί, πολλοῖς ὀφείλων ἐκεῖνος αὐτὸν ἐκτήσατο.
2 ἔμφασιν δέ σοι καὶ ἐρωτήσεις ποιήσουσιν, ὡς ἐν τῷ πρὸς Βοιωτὸν περὶ τοῦ ὀνόματος, εἰ δέ τις ἔροιτό σε, ὦ Βοιωτέ, πόθεν νῦν Ἀκαμαντίδος φυλῆς γέγονας καὶ τὸν δῆμον Θορίκιος καὶ υἱὸς Μαντιθέου, οὐδὲν ἄλλο ἂν ἔχοις εἰπεῖν πλὴν ὅτι κἀμὲ ζῶν ἐποιήσατο Μαντίθεος; καὶ ἐν τῷ ὑπὲρ τοῦ στεφάνου, εἰ δὲ ἀπιστεῖς, ἐρώτησον αὐτούς, μᾶλλον δʼ ἐγὼ ὑπὲρ σοῦ τοῦτο ποιήσω, εἶτα ἡ ἐρώτησις, πότερον ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, δοκεῖ μισθωτὸς Αἰσχίνης ἢ ξένος εἶναι Ἀλεξάνδρου;
3 καὶ ὅταν δέ τις ἀναιρέσεσι συνεχέσι χρῆται, ἔμφασις γίνεται ἐν τῷ λόγῳ.
1 κατὰ δὲ τὴν ἀπαγγελίαν γίνεται τὸν αὐτὸν τρόπον ἔμφασις, ὅνπερ καὶ ἡ τραχύτης καὶ ἡ σφοδρότης.

περὶ δεινότητος.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi