Kitap 1
3
κατὰ δὲ τὴν ἀπαγγελίαν γίνεται ἐπιμέλεια, ὅταν πυκνὴ καὶ ἐπάλληλος ἡ ἀπαγγελία ᾖ καὶ ὅταν ῥηματικὴ ἀντὶ ὀνοματικῆς.
περὶ γλυκύτητος.
1
γλυκύτης δὲ γίνεται καθολικῶς τριχῇ, κατὰ γνώμην, κατὰ σχῆμα, κατὰ ἀπαγγελίαν. κατὰ μὲν γνώμην οὕτως, ὅταν τις ταῖς ἔξωθεν ἐπινοίαις χρῆται, οἷον ἐξ ἱστοριῶν καὶ παροιμιῶν καὶ μύθων.
2
κατὰ δὲ σχῆμα γίνεται γλυκύτης, ὅταν τις ταῖς ἀπαγγελίαις καινοπρεπέσι χρῆται.
3
κατὰ δὲ ἀπαγγελίαν, ὅταν τις τροπαῖς χρῆται, τροπαῖς δὲ μὴ τραχείαις, ἀλλʼ ὑφειμέναις, καὶ ὅταν τις κεκινημένῃ χρῆται τῇ λέξει.
περὶ σαφηνείας καὶ καθαρότητος.
1
Σαφήνεια δὲ καὶ καθαρότης γίνεται κατὰ γνώμην, κατὰ σχῆμα καὶ κατὰ ἀπαγγελίαν. κατὰ μὲν γνώμην οὕτως, ὅταν τις μὴ ἀναστρέφῃ τὰ πράγματα, ἀλλὰ καθʼ ἣν ἐπράχθη τάξιν, κατὰ ταύτην διεξίῃ, καὶ ὅταν μὴ ἔξωθέν τινα ἐπεμβάλλῃ νοήματα αὐτοῖς, ἀλλʼ αὐτὰ τὰ πραχθέντα διεξίῃ, καὶ ὅταν τὰ γνώριμα ὡς γνώριμα καὶ τὰ ἀμφισβητούμενα ὡς ἀμφισβητούμενα διεξίῃ.
2
κατὰ δὲ σχῆμα σαφήνεια καὶ καθαρότης γίνεται οὕτως, ὅταν τις ἐπιστροφαῖς χρῆται καὶ ὅταν τις μεταβαίνων ἀφʼ ἑτέρου ἐφʼ ἕτερον πρᾶγμα τοῦ μὲν συμπληρώσει, τοῦ δὲ ἐπαγγελίᾳ χρῆται.
3
κατὰ δὲ ἀπαγγελίαν οὕτως, ὅταν τις κοινοτέροις τοῖς ὀνόμασι χρῆται καὶ τοῖς σημαντικοῖς τοῖς σφόδρα καὶ ἐναργεστέρως δηλοῦσι τὰ πράγματα, καὶ ὅταν ἀφηγηματικοῖς σχήμασι χρῆται, καὶ ὅταν τις ἰσοδυναμοῦσιν ἥκιστα χρῆται, [τὰ τροπικὰ λέγει καὶ μεταφορικὰ ἰσοδυναμοῦντα τοῖς κυρίοις δηλονότι,] καὶ ὅταν τις πρᾳοτέροις ἀντὶ τῶν τραχέων.
περὶ βραχύτητος καὶ συντομίας.
1
βραχύτης δὲ καὶ συντομία γίνεται κατὰ γνώμην, κατὰ λέξιν. κατὰ μὲν γνώμην οὕτως, ὅταν τοῖς ἀναγκαίοις εὐθὺς συμπλέκηται τῶν πραγμάτων, καὶ ὅταν τις μὴ πᾶσιν ὡς προηγουμένοις χρῆται, ἀλλὰ τοῖς μὲν ὡς προηγουμένοις, τοῖς δὲ μὴ οὕτω.
2
κατὰ λέξιν δὲ γίνεται βραχύτης καὶ συντομία, ὅταν τις μὴ ταῖς παραφραστικαῖς τῶν λέξεων, ἀλλὰ ταῖς εὐθείαις χρῆται, ὅταν μὴ ἐπαγωνίζηται τῇ λέξει τὰ ἰσοδυναμοῦντα παρατιθείς, ἀλλὰ δηλώσας τὸ πρᾶγμα τῇ σημαινούσῃ λέξει εὐθὺς ἀπαλλαγῇ καὶ ἐν ὀλίγῳ, καὶ ὅταν τις μὴ φιλοτιμῆται πρὸς τὴν λέξιν, ἀλλὰ καὶ πρὸς τὰ πράγματα ἀποβλέπῃ.