Thesauros Edebiyat Hitabet Περὶ πολιτικοῦ λόγου

Περὶ πολιτικοῦ λόγου

Περὶ πολιτικοῦ λόγου Aristides, Aelius

Kitap 1

1 ἄρνες οἱ ἦσαν εὐτραφεῖς καὶ δασεῖς μαλλοῖς, θαυμαστοὶ τὸ κάλλος καὶ τὸ μέγεθος. τούτους ἐγὼ λαμβάνων συνέδουν αὐτοὺς ἡσυχῇ κατὰ τρεῖς· ἦσαν γὰρ ἐφʼ ὧν ὁ Κύκλωψ ἐκάθευδεν, ἔμελλε δὲ ὁ μέσος ἄρα ἄνδρα οἴσειν τῶν ἑταίρων, εἷς δὲ ἑκατέρωθε παράσειρος ἦν ἀσφαλείας ἕνεκα. εἰς μὲν οὖν τοὺς ἄλλους ὑπῆρχον οὗτοί μοι, αὐτὸς δὲ ἐπεχείρουν τρόπῳ τοιῷδε· ἦν κριὸς τά τε ἄλλα ὑπερμεγέθης καὶ ὑπέρδασυς, τούτῳ περιβαλὼν τὼ χεῖρε κατὰ νῶτον, ὑπελειπόμην ἕως ὑπὸ τῇ γαστρὶ κἀγὼ γίγνωμαι· ἔπειτα μεταστραφεὶς εἰχόμην. ἐκείνην οὖν τὴν νύκτα οὕτω ταλαιπωροῦντες ἠνεσχόμεθα.
← Önceki 46 / 46

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi