Kitap 1
3
καὶ αἱ διαστάσεις σεμνότητα ἔχουσιν, οἷον ὅταν εἴπῃ τί οὖν ἐπιχειρεῖ; πόλεμον ποιῆσαι τοῖς Ἀμφικτύοσι καὶ περὶ τὴν Πυλαίαν ταραχήν, τὸ μὲν γὰρ χωρὶς τῆς διαστάσεως τοιοῦτον οἷον ἡγεῖτο γὰρ ὁ Φίλιππος, εἰ μὲν τῆς ἰδίας ἕνεκα ἔχθρας ἢ τοὺς Θετταλοὺς ἢ τοὺς Θηβαίους συμπείθοι βαδίζειν ἐφʼ ὑμᾶς, οὐδένα προσέξειν αὐτῷ τὸν νοῦν, ἐὰν δὲ τὰς ἐκείνων κοινὰς αἰτίας λαβὼν ἡγεμὼν αἱρεθῇ, ῥᾷον ἤλπιζε τὰ μὲν παρακρούσασθαι, τὰ δὲ οἷστισι δήποτε. τί οὖν; πόλεμον ποιεῖ τοῖς Ἀμφικτύοσι καὶ περὶ τὴν Πυλαίαν ταραχήν. τοῦτʼ ἂν ἦν τὸ χωρὶς τῆς διαστάσεως συγκεχυμένον καὶ ταπεινόν, τὸ δὲ ἐξᾶραι εἰς τὴν σεμνότητα ἡ διάστασις ἡ διὰ μέσου, τί οὖν ἐπιχειρεῖ; εἶτα τὸ πρᾶγμα τὸ μετὰ τὴν διάστασιν πόλεμον ποιῆσαι τοῖς Ἀμφικτύοσι. καὶ ἑτέρωθι τὸ χείριστον ἐν τοῖς παρεληλυθόσι τοῦτο πρὸς τὰ μέλλοντα βέλτιστον ὑπάρχει. καὶ ἐνταῦθα τὸ μὲν χωρὶς τῆς διαστάσεως ἦν ἂν εὐθὺς ἐπαγαγεῖν, οὐδὲν γὰρ τῶν δεόντων ποιούντων ἡμῶν. ποῦ οὖν ἡ διάστασις; ἐν τῷ διὰ μέσου, ἐν ᾧ διαστήσας λέγει τί οὖν τοῦτό ἐστιν· ὅτι οὐδὲν τῶν δεόντων ποιούντων ἡμῶν. ἀλλʼ αὗται μὲν κατὰ πρᾶγμα αἱ διαιρέσεις, τί οὖν ἐπιχειρεῖ, ἢ πάλιν τί οὖν τοῦτό ἐστιν; ἐκεῖναι δὲ ἐκ τῆς αὐτοῦ τινος ἐπικρίσεως, ὅταν λέγῃ, καὶ γὰρ οὕτως ἔχει, ὕβρισμαι μὲν ἐγὼ καὶ προπεπηλάκισται τὸ σῶμα τοὐμὸν τότε. ἀεὶ δὲ παρακολουθεῖ τῇ διαστάσει καὶ τὸ εὐκρινῆ τὸν λόγον ποιεῖν, ἐνιαχοῦ δὲ καὶ σαφῆ. εἰδέναι δὲ χρὴ ὅτι τὰ θεωρήματα τοῦ λόγου πολὺ κάλλος ἐφέλκεται, ἡμεῖς δὲ νῦν ἑνὸς ἐσμὲν τοῦ γενικωτάτου.