Kitap 2
4
πρῶτον οὖν τὸ ἦθος εἶναι δεῖ τοῦ ἀφελοῦς λόγου χρηστότητα ἐμφαῖνον· ἡ γὰρ χρηστότης γνώμης ἐστὶν ἀρετὴ καὶ ἀπὸ τῆς διανοίας καὶ γνώμης προαίρεσις καὶ τρόπων ἐπιείκεια. οὐ δεῖ δὲ οὐδὲν σημαίνεσθαι τὸ ἦθος αὐτὸ καθʼ αὑτό, ἀλλʼ ἐν τοῖς ἀκούουσι καταλείπεσθαι, ἵνα ἀνεπιβούλευτον εἶναι δοκῇ· διὰ τοῦτο οὐδʼ ἐπισημαίνεσθαι χρὴ οὔτε τὰ δεινὰ ὡς δεινὰ οὔτε τὰ φοβερὰ ὡς φοβερά, ἀλλὰ ἐξαρκεῖ μοι μόνον εἰπεῖν, Τισσαφέρνης δὲ διαβάλλει τὸν Κῦρον πρὸς τὸν ἀδελφόν· ἐξήρκεσε γὰρ αὐτῷ ἐκ τοῦ γένους ἐνδείξασθαι ὁποῖόν ἐστι διαβάλλειν ἀδελφὸν πρὸς ἀδελφόν· τὴν μέντοι ποιότητα καὶ τὴν διάθεσιν ἥτις αὐτοῦ καταλείπει σκοπεῖν· εἰ δὲ ἀγωνιστικῶς προῆγες αὐτό, τοῦτο ἂν εἶπες, οἷον πρᾶγμα δεινότατον πάντων καὶ ὠμότατον ἐνεβάλετο εἰς τὴν ψυχὴν Τισσαφέρνης· ἐὰν δὲ ἐξᾶραι θέλῃς καὶ θεῖναι καὶ αὐτὰ τὰ νοήματα, διʼ ἃ οὐκ ἔδει γενέσθαι τὴν διαβολήν, ἐποίσεις· οὔτε τοὺς θεοὺς αἰδεσθεὶς οὔτε τὴν δίκην οὔτε τὸ πρᾶγμα ὡς δεινότατον. ἃ γὰρ ἄν τις ἤθους ἔχεσθαι νομίσῃ παρὰ τοῖς τοὺς πολιτικοὺς λόγους μεταχειριζομένοις, ταῦτα καὶ ἐπὶ τούτοις ἦθος ἐμφαίνειν δύναιτʼ ἄν, ἔλαττον μέντοι· ἄλλον μὲν γὰρ παρʼ ἐκείνοις τρόπον ἐστὶ καὶ ἄλλο τι δηλοῖ, ἄλλον δὲ παρὰ τούτοις· ἐκεῖ μὲν γὰρ ὑπαινιττόμενόν τι ἢ ἕτερόν τι ὑποδεικνύντα, ἢ καὶ αὐτὸ τὸ ἐναντίον οὗ λέγεις ἔστιν ἐνδείξασθαι, ἐνταῦθα δὲ οὔ, ὡς ἂν ἀφελείας δεῖγμα καὶ ἁπλότης διανοίας. παραδείγματος δὲ ἕνεκα κείσθω παρʼ ἀμφοῖν· ὁ μὲν Δημοσθένης ἦθος ἐμφῆναι βουλόμενος τί φησι; πάνυ τοίνυν προσῆκον ἂν εἴη τοιοῦτον περὶ πλείστου ποιεῖσθαι ὑμᾶς, καὶ ἄνδρα εὐεργέτην δικαίως ὀνομάζειν. Ξενοφῶντος δὲ ἦθος καὶ ἡ χεὶρ αὐτῷ ἐπηκολούθησεν, ὥστε σαφῶς τὴν τάξιν ἐξετάζοντες ἐφʼ ἑκατέρᾳ αὐτῶν εὕροιμεν ἂν τὸ ἦθος.