Thesauros Edebiyat Hitabet Περὶ πολιτικοῦ λόγου

Περὶ πολιτικοῦ λόγου

Περὶ πολιτικοῦ λόγου Aristides, Aelius

Kitap 2

19 τὸ δὲ καὶ ταῖς τῶν ἄλλων δόξαις ἐπερειδόμενον ἔνια τῶν πραγμάτων λέγειν ἀφελοῦς ἐστιν, οἷον ὡς λέγεται. πολιτικοῦ δὲ ἀνδρός ἐστι τὸ αὐτὸν ἀφʼ ἑαυτοῦ τὰ πλεῖστα εἰσάγειν, οἷον ὁ μὲν Θουκυδίδης ἀφελῶς εἰρηκέναι δοκεῖ, στασιάσαντες δὲ ἐν ἀλλήλοις ἔτη πολλά, ὡς λέγεται, ἐὰν δὲ εἴπῃ, ἐπειδὴ δὲ ἐστασίασαν, τραχὺν ποιεῖ τὸν λόγον.
20 ἔνια δὲ τοῖς μὲν ἀφελέσι καλά, τοῖς δὲ πολιτικοῖς ταπεινά, οἷον τὸ λαγῶν βίον ζῶν· τοῦτο γὰρ ἐπὶ διασυρμῷ μὲν εἴρηται, ἔχει δὲ χώραν· ἄλλως γὰρ ἐν ἀφελείᾳ ὁ λόγος προάγεται, ἄλλως ἐν εὐτελείᾳ. ὅταν οὖν τι θέλῃς διασῦραι, καθʼ ἓν κόπτων εἴσαγε, οἷον ὡς ὁ Δημοσθένης, ἔξαρχος καὶ ἡγεμὼν καὶ κιττοφόρος. προσήκει δὲ ἐν ἐπιμελείᾳ καὶ διαλόγῳ ἀφέλειαν ἐν λόγῳ μεμῖχθαι ταῖς ἀρχαῖς τοῦ ἀξιώματος. καὶ ἡ εἰς ταὐτὸν κατάληξις, ἀποτεταγμένη μέντοι, ἵνα μὴ διαφθείρῃ τὸν λόγον, ἀφέλειαν ποιεῖ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi