Thesauros Edebiyat Felsefe Εὐθύφρων

Εὐθύφρων

Εὐθύφρων Plato
13 ΣΩ. οὐκοῦν θεραπεία γε πᾶσα ταὐτὸν διαπράττεται; οἷον τοιόνδε· ἐπʼ ἀγαθῷ τινί ἐστι καὶ ὠφελίᾳ τοῦ θεραπευομένου, ὥσπερ ὁρᾷς δὴ ὅτι οἱ ἵπποι ὑπὸ τῆς ἱππικῆς θεραπευόμενοι ὠφελοῦνται καὶ βελτίους γίγνονται· ἢ οὐ δοκοῦσί σοι;
13 ΕΥΘ. ἔμοιγε.
13 ΣΩ. καὶ οἱ κύνες γέ που ὑπὸ τῆς κυνηγετικῆς, καὶ οἱ βόες ὑπὸ τῆς βοηλατικῆς, καὶ τἆλλα πάντα ὡσαύτως· ἢ ἐπὶ βλάβῃ οἴει τοῦ θεραπευομένου τὴν θεραπείαν εἶναι;
13 ΕΥΘ. μὰ Δίʼ οὐκ ἔγωγε.
13 ΣΩ. ἀλλʼ ἐπʼ ὠφελίᾳ;
13 ΕΥΘ. πῶς δʼ οὔ;
13 ΣΩ. ἦ οὖν καὶ ἡ ὁσιότης θεραπεία οὖσα θεῶν ὠφελία τέ ἐστι θεῶν καὶ βελτίους τοὺς θεοὺς ποιεῖ; καὶ σὺ τοῦτο συγχωρήσαις ἄν, ὡς ἐπειδάν τι ὅσιον ποιῇς, βελτίω τινὰ τῶν θεῶν ἀπεργάζῃ;
13 ΕΥΘ. μὰ Δίʼ οὐκ ἔγωγε.
13 ΣΩ. οὐδὲ γὰρ ἐγώ, ὦ Εὐθύφρων, οἶμαί σε τοῦτο λέγειν —πολλοῦ καὶ δέω—ἀλλὰ τούτου δὴ ἕνεκα καὶ ἀνηρόμην τίνα ποτὲ λέγοις τὴν θεραπείαν τῶν θεῶν, οὐχ ἡγούμενός σε τοιαύτην λέγειν.
13 ΕΥΘ. καὶ ὀρθῶς γε, ὦ Σώκρατες· οὐ γὰρ τοιαύτην λέγω.
13 ΣΩ. εἶεν· ἀλλὰ τίς δὴ θεῶν θεραπεία εἴη ἂν ἡ ὁσιότης;
13 ΕΥΘ. ἥνπερ, ὦ Σώκρατες, οἱ δοῦλοι τοὺς δεσπότας θεραπεύουσιν.
13 ΣΩ. μανθάνω· ὑπηρετική τις ἄν, ὡς ἔοικεν, εἴη θεοῖς.
13 ΕΥΘ. πάνυ μὲν οὖν.
13 ΣΩ. ἔχοις ἂν οὖν εἰπεῖν ἡ ἰατροῖς ὑπηρετικὴ εἰς τίνος ἔργου ἀπεργασίαν τυγχάνει οὖσα ὑπηρετική; οὐκ εἰς ὑγιείας οἴει;
13 ΕΥΘ. ἔγωγε.
13 ΣΩ. τί δὲ ἡ ναυπηγοῖς ὑπηρετική; εἰς τίνος ἔργου ἀπεργασίαν ὑπηρετική ἐστιν;
13 ΕΥΘ. δῆλον ὅτι, ὦ Σώκρατες, εἰς πλοίου.
13 ΣΩ. καὶ ἡ οἰκοδόμοις γέ που εἰς οἰκίας;
13 ΕΥΘ. ναί.
13 ΣΩ. εἰπὲ δή, ὦ ἄριστε· ἡ δὲ θεοῖς ὑπηρετικὴ εἰς τίνος ἔργου ἀπεργασίαν ὑπηρετικὴ ἂν εἴη; δῆλον γὰρ ὅτι σὺ οἶσθα, ἐπειδήπερ τά γε θεῖα κάλλιστα φῂς εἰδέναι ἀνθρώπων.
13 ΕΥΘ. καὶ ἀληθῆ γε λέγω, ὦ Σώκρατες.
13 ΣΩ. εἰπὲ δὴ πρὸς Διὸς τί ποτέ ἐστιν ἐκεῖνο τὸ πάγκαλον ἔργον ὃ οἱ θεοὶ ἀπεργάζονται ἡμῖν ὑπηρέταις χρώμενοι;
14 ΕΥΘ. πολλὰ καὶ καλά, ὦ Σώκρατες.
14 ΣΩ. καὶ γὰρ οἱ στρατηγοί, ὦ φίλε· ἀλλʼ ὅμως τὸ κεφάλαιον αὐτῶν ῥᾳδίως ἂν εἴποις, ὅτι νίκην ἐν τῷ πολέμῳ ἀπεργάζονται· ἢ οὔ;γ
14 ΕΥΘ. πῶς δʼ οὔ;
14 ΣΩ. πολλὰ δέ γʼ, οἶμαι, καὶ καλὰ καὶ οἱ γεωργοί· ἀλλʼ ὅμως τὸ κεφάλαιον αὐτῶν ἐστιν τῆς ἀπεργασίας ἡ ἐκ τῆς γῆς τροφή.
14 ΕΥΘ. πάνυ γε.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi