Thesauros Edebiyat Felsefe Θεαίτητος

Θεαίτητος

Θεαίτητος Plato
151 ΣΩ. εὖ γε καὶ γενναίως, ὦ παῖ· χρὴ γὰρ οὕτως ἀποφαινόμενον λέγειν. ἀλλὰ φέρε δὴ αὐτὸ κοινῇ σκεψώμεθα, γόνιμον ἢ ἀνεμιαῖον τυγχάνει ὄν. αἴσθησις, φῄς, ἐπιστήμη;
151 ΘΕΑΙ. ναί.
152 ΣΩ. κινδυνεύεις μέντοι λόγον οὐ φαῦλον εἰρηκέναι περὶ ἐπιστήμης, ἀλλʼ ὃν ἔλεγε καὶ Πρωταγόρας. τρόπον δέ τινα ἄλλον εἴρηκε τὰ αὐτὰ ταῦτα. φησὶ γάρ που πάντων χρημάτων μέτρον ἄνθρωπον εἶναι, τῶν μὲν ὄντων ὡς ἔστι, τῶν δὲ μὴ ὄντων ὡς οὐκ ἔστιν. ἀνέγνωκας γάρ που;
152 ΘΕΑΙ. ἀνέγνωκα καὶ πολλάκις.
152 ΣΩ. οὐκοῦν οὕτω πως λέγει, ὡς οἷα μὲν ἕκαστα ἐμοὶ φαίνεται τοιαῦτα μὲν ἔστιν ἐμοί, οἷα δὲ σοί, τοιαῦτα δὲ αὖ σοί· ἄνθρωπος δὲ σύ τε κἀγώ;
152 ΘΕΑΙ. λέγει γὰρ οὖν οὕτω.
152 ΣΩ. εἰκὸς μέντοι σοφὸν ἄνδρα μὴ ληρεῖν· ἐπακολουθήσωμεν οὖν αὐτῷ. ἆρʼ οὐκ ἐνίοτε πνέοντος ἀνέμου τοῦ αὐτοῦ ὁ μὲν ἡμῶν ῥιγῷ, ὁ δʼ οὔ; καὶ ὁ μὲν ἠρέμα, ὁ δὲ σφόδρα;
152 ΘΕΑΙ. καὶ μάλα.
152 ΣΩ. πότερον οὖν τότε αὐτὸ ἐφʼ ἑαυτοῦ τὸ πνεῦμα ψυχρὸν ἢ οὐ ψυχρὸν φήσομεν; ἢ πεισόμεθα τῷ Πρωταγόρᾳ ὅτι τῷ μὲν ῥιγῶντι ψυχρόν, τῷ δὲ μὴ οὔ;
152 ΘΕΑΙ. ἔοικεν.
152 ΣΩ. οὐκοῦν καὶ φαίνεται οὕτω ἑκατέρῳ;
152 ΘΕΑΙ. ναί.
152 ΣΩ. τὸ δέ γε φαίνεται αἰσθάνεσθαί ἐστιν;
152 ΘΕΑΙ. ἔστιν γάρ.
152 ΣΩ. φαντασία ἄρα καὶ αἴσθησις ταὐτὸν ἔν τε θερμοῖς καὶ πᾶσι τοῖς τοιούτοις. οἷα γὰρ αἰσθάνεται ἕκαστος, τοιαῦτα ἑκάστῳ καὶ κινδυνεύει εἶναι.
152 ΘΕΑΙ. ἔοικεν.
152 ΣΩ. αἴσθησις ἄρα τοῦ ὄντος ἀεί ἐστιν καὶ ἀψευδὲς ὡς ἐπιστήμη οὖσα.
152 ΘΕΑΙ. φαίνεται.
152 ΣΩ. ἆρʼ οὖν πρὸς Χαρίτων πάσσοφός τις ἦν ὁ Πρωταγόρας, καὶ τοῦτο ἡμῖν μὲν ᾐνίξατο τῷ πολλῷ συρφετῷ, τοῖς δὲ μαθηταῖς ἐν ἀπορρήτῳ τὴν ἀλήθειαν ἔλεγεν;
152 ΘΕΑΙ. πῶς δή, ὦ Σώκρατες, τοῦτο λέγεις;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi