Thesauros Edebiyat Felsefe Θεαίτητος

Θεαίτητος

Θεαίτητος Plato
144 ΣΩ. πάνυ μὲν οὖν, ὦ Θεαίτητε, ἵνα κἀγὼ ἐμαυτὸν ἀνασκέψωμαι ποῖόν τι ἔχω τὸ πρόσωπον· φησὶν γὰρ Θεόδωρος ἔχειν με σοὶ ὅμοιον. ἀτὰρ εἰ νῷν ἐχόντοιν ἑκατέρου λύραν ἔφη αὐτὰς ἡρμόσθαι ὁμοίως, πότερον εὐθὺς ἂν ἐπιστεύομεν ἢ ἐπεσκεψάμεθʼ ἂν εἰ μουσικὸς ὢν λέγει;
144 ΘΕΑΙ. ἐπεσκεψάμεθʼ ἄν.
144 ΣΩ. οὐκοῦν τοιοῦτον μὲν εὑρόντες ἐπειθόμεθʼ ἄν, ἄμουσον δέ, ἠπιστοῦμεν;
144 ΘΕΑΙ. ἀληθῆ.
145 ΣΩ. νῦν δέ γʼ, οἶμαι, εἴ τι μέλει ἡμῖν τῆς τῶν προσώπων ὁμοιότητος, σκεπτέον εἰ γραφικὸς ὢν λέγει ἢ οὔ.
145 ΘΕΑΙ. δοκεῖ μοι.
145 ΣΩ. ἦ οὖν ζωγραφικὸς Θεόδωρος;
145 ΘΕΑΙ. οὔχ, ὅσον γέ με εἰδέναι.
145 ΣΩ. ἆρʼ οὐδὲ γεωμετρικός;
145 ΘΕΑΙ. πάντως δήπου, ὦ Σώκρατες.
145 ΣΩ. ἦ καὶ ἀστρονομικὸς καὶ λογιστικός τε καὶ μουσικὸς καὶ ὅσα παιδείας ἔχεται;
145 ΘΕΑΙ. ἔμοιγε δοκεῖ.
145 ΣΩ. εἰ μὲν ἄρα ἡμᾶς τοῦ σώματός τι ὁμοίους φησὶν εἶναι ἐπαινῶν πῃ ἢ ψέγων, οὐ πάνυ αὐτῷ ἄξιον τὸν νοῦν προσέχειν.
145 ΘΕΑΙ. ἴσως οὔ.
145 ΣΩ. τί δʼ εἰ ποτέρου τὴν ψυχὴν ἐπαινοῖ πρὸς ἀρετήν τε καὶ σοφίαν; ἆρʼ οὐκ ἄξιον τῷ μὲν ἀκούσαντι προθυμεῖσθαι ἀνασκέψασθαι τὸν ἐπαινεθέντα, τῷ δὲ προθύμως ἑαυτὸν ἐπιδεικνύναι;
145 ΘΕΑΙ. πάνυ μὲν οὖν, ὦ Σώκρατες.
145 ΣΩ. ὥρα τοίνυν, ὦ φίλε Θεαίτητε, σοὶ μὲν ἐπιδεικνύναι, ἐμοὶ δὲ σκοπεῖσθαι· ὡς εὖ ἴσθι ὅτι Θεόδωρος πολλοὺς δὴ πρός με ἐπαινέσας ξένους τε καὶ ἀστοὺς οὐδένα πω ἐπῄνεσεν ὡς σὲ νυνδή.
145 ΘΕΑΙ. εὖ ἂν ἔχοι, ὦ Σώκρατες· ἀλλʼ ὅρα μὴ παίζων ἔλεγεν.
145 ΣΩ. οὐχ οὗτος ὁ τρόπος Θεοδώρου· ἀλλὰ μὴ ἀναδύου τὰ ὡμολογημένα σκηπτόμενος παίζοντα λέγειν τόνδε, ἵνα μὴ καὶ ἀναγκασθῇ μαρτυρεῖν—πάντως γὰρ οὐδεὶς ἐπισκήψετʼ αὐτῷ—ἀλλὰ θαρρῶν ἔμμενε τῇ ὁμολογίᾳ.
145 ΘΕΑΙ. ἀλλὰ χρὴ ταῦτα ποιεῖν, εἰ σοὶ δοκεῖ.
145 ΣΩ. λέγε δή μοι· μανθάνεις που παρὰ Θεοδώρου γεωμετρίας ἄττα;
145 ΘΕΑΙ. ἔγωγε.
145 ΣΩ. καὶ τῶν περὶ ἀστρονομίαν τε καὶ ἁρμονίας καὶ λογισμούς;
145 ΘΕΑΙ. προθυμοῦμαί γε δή.
145 ΣΩ. καὶ γὰρ ἐγώ, ὦ παῖ, παρά τε τούτου καὶ παρʼ ἄλλων οὓς ἂν οἴωμαί τι τούτων ἐπαΐειν. ἀλλʼ ὅμως τὰ μὲν ἄλλα ἔχω περὶ αὐτὰ μετρίως, μικρὸν δέ τι ἀπορῶ ὃ μετὰ σοῦ τε καὶ τῶνδε σκεπτέον. καί μοι λέγε· ἆρʼ οὐ τὸ μανθάνειν ἐστὶν τὸ σοφώτερον γίγνεσθαι περὶ ὃ μανθάνει τις;
145 ΘΕΑΙ. πῶς γὰρ οὔ;
145 ΣΩ. σοφίᾳ δέ γʼ οἶμαι σοφοὶ οἱ σοφοί.
145 ΘΕΑΙ. ναί.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi