Thesauros Edebiyat Felsefe Θεαίτητος

Θεαίτητος

Θεαίτητος Plato
187 ΘΕΑΙ. τὸ ποῖον δή;
187 ΣΩ. τὸ δοξάζειν τινὰ ψευδῆ. σκοπῶ δὴ καὶ νῦν ἔτι διστάζων, πότερον ἐάσωμεν αὐτὸ ἢ ἐπισκεψώμεθα ἄλλον τρόπον ἢ ὀλίγον πρότερον.
187 ΘΕΑΙ. τί μήν, ὦ Σώκρατες, εἴπερ γε καὶ ὁπῃτιοῦν φαίνεται δεῖν; ἄρτι γὰρ οὐ κακῶς γε σὺ καὶ Θεόδωρος ἐλέγετε σχολῆς πέρι, ὡς οὐδὲν ἐν τοῖς τοιοῖσδε κατεπείγει.
187 ΣΩ. ὀρθῶς ὑπέμνησας· ἴσως γὰρ οὐκ ἀπὸ καιροῦ πάλιν ὥσπερ ἴχνος μετελθεῖν. κρεῖττον γάρ που σμικρὸν εὖ ἢ πολὺ μὴ ἱκανῶς περᾶναι.
187 ΘΕΑΙ. τί μήν;
187 ΣΩ. πῶς οὖν; τί δὴ καὶ λέγομεν; ψευδῆ φαμεν ἑκάστοτε εἶναι δόξαν, καί τινα ἡμῶν δοξάζειν ψευδῆ, τὸν δʼ αὖ ἀληθῆ, ὡς φύσει οὕτως ἐχόντων;
187 ΘΕΑΙ. φαμὲν γὰρ δή.
188 ΣΩ. οὐκοῦν τόδε γʼ ἔσθʼ ἡμῖν περὶ πάντα καὶ καθʼ ἕκαστον, ἤτοι εἰδέναι ἢ μὴ εἰδέναι; μανθάνειν γὰρ καὶ ἐπιλανθάνεσθαι μεταξὺ τούτων ὡς ὄντα χαίρειν λέγω ἐν τῷ παρόντι· νῦν γὰρ ἡμῖν πρὸς λόγον ἐστὶν οὐδέν.
188 ΘΕΑΙ. ἀλλὰ μήν, ὦ Σώκρατες, ἄλλο γʼ οὐδὲν λείπεται περὶ ἕκαστον πλὴν εἰδέναι ἢ μὴ εἰδέναι.
188 ΣΩ. οὐκοῦν ἤδη ἀνάγκη τὸν δοξάζοντα δοξάζειν ἢ ὧν τι οἶδεν ἢ μὴ οἶδεν;
188 ΘΕΑΙ. ἀνάγκη.
188 ΣΩ. καὶ μὴν εἰδότα γε μὴ εἰδέναι τὸ αὐτὸ ἢ μὴ εἰδότα εἰδέναι ἀδύνατον.
188 ΘΕΑΙ. πῶς δʼ οὔ;
188 ΣΩ. ἆρʼ οὖν ὁ τὰ ψευδῆ δοξάζων, ἃ οἶδε, ταῦτα οἴεται οὐ ταῦτα εἶναι ἀλλὰ ἕτερα ἄττα ὧν οἶδε, καὶ ἀμφότερα εἰδὼς ἀγνοεῖ αὖ ἀμφότερα;
188 ΘΕΑΙ. ἀλλʼ ἀδύνατον, ὦ Σώκρατες.
188 ΣΩ. ἀλλʼ ἆρα, ἃ μὴ οἶδεν, ἡγεῖται αὐτὰ εἶναι ἕτερα ἄττα ὧν μὴ οἶδε, καὶ τοῦτʼ ἔστι τῷ μήτε Θεαίτητον μήτε Σωκράτη εἰδότι εἰς τὴν διάνοιαν λαβεῖν ὡς ὁ Σωκράτης Θεαίτητος ἢ ὁ Θεαίτητος Σωκράτης;
188 ΘΕΑΙ. καὶ πῶς ἄν;
188 ΣΩ. ἀλλʼ οὐ μήν, ἅ γέ τις οἶδεν, οἴεταί που ἃ μὴ οἶδεν αὐτὰ εἶναι, οὐδʼ αὖ ἃ μὴ οἶδεν, ἃ οἶδεν.
188 ΘΕΑΙ. τέρας γὰρ ἔσται.
188 ΣΩ. πῶς οὖν ἂν ἔτι ψευδῆ δοξάσειεν; ἐκτὸς γὰρ τούτων ἀδύνατόν που δοξάζειν, ἐπείπερ πάντʼ ἢ ἴσμεν ἢ οὐκ ἴσμεν, ἐν δὲ τούτοις οὐδαμοῦ φαίνεται δυνατὸν ψευδῆ δοξάσαι.
188 ΘΕΑΙ. ἀληθέστατα.
188 ΣΩ. ἆρʼ οὖν οὐ ταύτῃ σκεπτέον ὃ ζητοῦμεν, κατὰ τὸ εἰδέναι καὶ μὴ εἰδέναι ἰόντας, ἀλλὰ κατὰ τὸ εἶναι καὶ μή;
188 ΘΕΑΙ. πῶς λέγεις;
188 ΣΩ. μὴ ἁπλοῦν ᾖ ὅτι ὁ τὰ μὴ ὄντα περὶ ὁτουοῦν δοξάζων οὐκ ἔσθʼ ὡς οὐ ψευδῆ δοξάσει, κἂν ὁπωσοῦν ἄλλως τὰ τῆς διανοίας ἔχῃ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi