Thesauros Edebiyat Felsefe Θεαίτητος

Θεαίτητος

Θεαίτητος Plato
188 ΘΕΑΙ. εἰκός γʼ αὖ, ὦ Σώκρατες.
188 ΣΩ. πῶς οὖν; τί ἐροῦμεν, ὦ Θεαίτητε, ἐάν τις ἡμᾶς ἀνακρίνῃ· δυνατὸν δὲ ὁτῳοῦν ὃ λέγεται, καί τις ἀνθρώπων τὸ μὴ ὂν δοξάσει, εἴτε περὶ τῶν ὄντων του εἴτε αὐτὸ καθʼ αὑτό; καὶ ἡμεῖς δή, ὡς ἔοικεν, πρὸς ταῦτα φήσομεν· ὅταν γε μὴ ἀληθῆ οἴηται οἰόμενος· ἢ πῶς ἐροῦμεν;
188 ΘΕΑΙ. οὕτως.
188 ΣΩ. ἦ οὖν καὶ ἄλλοθί που τὸ τοιοῦτόν ἐστιν;
188 ΘΕΑΙ. τὸ ποῖον;
188 ΣΩ. εἴ τις ὁρᾷ μέν τι, ὁρᾷ δὲ οὐδέν.
188 ΘΕΑΙ. καὶ πῶς;
188 ΣΩ. ἀλλὰ μὴν εἰ ἕν γέ τι ὁρᾷ, τῶν ὄντων τι ὁρᾷ. ἢ σὺ οἴει ποτὲ τὸ ἓν ἐν τοῖς μὴ οὖσιν εἶναι;
188 ΘΕΑΙ. οὐκ ἔγωγε.
188 ΣΩ. ὁ ἄρα ἕν γέ τι ὁρῶν ὄν τι ὁρᾷ.
188 ΘΕΑΙ. φαίνεται.
189 ΣΩ. καὶ ὁ ἄρα τι ἀκούων ἕν γέ τι ἀκούει καὶ ὂν ἀκούει.
189 ΘΕΑΙ. ναί.
189 ΣΩ. καὶ ὁ ἁπτόμενος δή του ἑνός γέ του ἅπτεται καὶ ὄντος, εἴπερ ἑνός;
189 ΘΕΑΙ. καὶ τοῦτο.
189 ΣΩ. ὁ δὲ δὴ δοξάζων οὐχ ἕν γέ τι δοξάζει;
189 ΘΕΑΙ. ἀνάγκη.
189 ΣΩ. ὁ δʼ ἕν τι δοξάζων οὐκ ὄν τι;
189 ΘΕΑΙ. συγχωρῶ.
189 ΣΩ. ὁ ἄρα μὴ ὂν δοξάζων οὐδὲν δοξάζει.
189 ΘΕΑΙ. οὐ φαίνεται.
189 ΣΩ. ἀλλὰ μὴν ὅ γε μηδὲν δοξάζων τὸ παράπαν οὐδὲ δοξάζει.
189 ΘΕΑΙ. δῆλον, ὡς ἔοικεν.
189 ΣΩ. οὐκ ἄρα οἷόν τε τὸ μὴ ὂν δοξάζειν, οὔτε περὶ τῶν ὄντων οὔτε αὐτὸ καθʼ αὑτό.
189 ΘΕΑΙ. οὐ φαίνεται.
189 ΣΩ. ἄλλο τι ἄρʼ ἐστὶ τὸ ψευδῆ δοξάζειν τοῦ τὰ μὴ ὄντα δοξάζειν.
189 ΘΕΑΙ. ἄλλο ἔοικεν.
189 ΣΩ. οὔτʼ ἄρʼ οὕτως οὔτε ὡς ὀλίγον πρότερον ἐσκοποῦμεν, ψευδής ἐστι δόξα ἐν ἡμῖν.
189 ΘΕΑΙ. οὐ γὰρ οὖν δή.
189 ΣΩ. ἀλλʼ ἆρα ὧδε γιγνόμενον τοῦτο προσαγορεύομεν;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi