Thesauros Edebiyat Felsefe Σοφιστής

Σοφιστής

Σοφιστής Plato
231 ΞΕ. ὀρθῶς ἐμνημόνευσας. πέμπτον δʼ ἐγὼ πειράσομαι μνημονεύειν· τῆς γὰρ ἀγωνιστικῆς περὶ λόγους ἦν τις ἀθλητής, τὴν ἐριστικὴν τέχνην ἀφωρισμένος.
231 ΘΕΑΙ. ἦν γὰρ οὖν.
231 ΞΕ. τό γε μὴν ἕκτον ἀμφισβητήσιμον μέν, ὅμως δʼ ἔθεμεν αὐτῷ συγχωρήσαντες δοξῶν ἐμποδίων μαθήμασιν περὶ ψυχὴν καθαρτὴν αὐτὸν εἶναι.
231 ΘΕΑΙ. παντάπασι μὲν οὖν.
232 ΞΕ. ἆρʼ οὖν ἐννοεῖς, ὅταν ἐπιστήμων τις πολλῶν φαίνηται, μιᾶς δὲ τέχνης ὀνόματι προσαγορεύηται, τὸ φάντασμα τοῦτο ὡς οὐκ ἔσθʼ ὑγιές, ἀλλὰ δῆλον ὡς ὁ πάσχων αὐτὸ πρός τινα τέχνην οὐ δύναται κατιδεῖν ἐκεῖνο αὐτῆς εἰς ὃ πάντα τὰ μαθήματα ταῦτα βλέπει, διὸ καὶ πολλοῖς ὀνόμασιν ἀνθʼ ἑνὸς τὸν ἔχοντα αὐτὰ προσαγορεύει;
232 ΘΕΑΙ. κινδυνεύει τοῦτο ταύτῃ πῃ μάλιστα πεφυκέναι.
232 ΞΕ. μὴ τοίνυν ἡμεῖς γε αὐτὸ ἐν τῇ ζητήσει διʼ ἀργίαν πάσχωμεν, ἀλλʼ ἀναλάβωμεν ἓν πρῶτον τῶν περὶ τὸν σοφιστὴν εἰρημένων. ἓν γάρ τί μοι μάλιστα κατεφάνη αὐτὸν μηνῦον.
232 ΘΕΑΙ. τὸ ποῖον;
232 ΞΕ. ἀντιλογικὸν αὐτὸν ἔφαμεν εἶναί που.
232 ΘΕΑΙ. ναί.
232 ΞΕ. τί δʼ; οὐ καὶ τῶν ἄλλων αὐτοῦ τούτου διδάσκαλον γίγνεσθαι;
232 ΘΕΑΙ. τί μήν;
232 ΞΕ. σκοπῶμεν δή, περὶ τίνος ἄρα καί φασιν οἱ τοιοῦτοι ποιεῖν ἀντιλογικούς. ἡ δὲ σκέψις ἡμῖν ἐξ ἀρχῆς ἔστω τῇδέ πῃ. φέρε, περὶ τῶν θείων, ὅσʼ ἀφανῆ τοῖς πολλοῖς, ἆρʼ ἱκανοὺς ποιοῦσι τοῦτο δρᾶν;
232 ΘΕΑΙ. λέγεται γοῦν δὴ περὶ αὐτῶν ταῦτα.
232 ΞΕ. τί δʼ ὅσα φανερὰ γῆς τε καὶ οὐρανοῦ καὶ τῶν περὶ τὰ τοιαῦτα;
232 ΘΕΑΙ. τί γάρ;
232 ΞΕ. ἀλλὰ μὴν ἔν γε ταῖς ἰδίαις συνουσίαις, ὁπόταν γενέσεώς τε καὶ οὐσίας πέρι κατὰ πάντων λέγηταί τι, σύνισμεν ὡς αὐτοί τε ἀντειπεῖν δεινοὶ τούς τε ἄλλους ὅτι ποιοῦσιν ἅπερ αὐτοὶ δυνατούς;
232 ΘΕΑΙ. παντάπασί γε.
232 ΞΕ. τί δʼ αὖ περὶ νόμων καὶ συμπάντων τῶν πολιτικῶν, ἆρʼ οὐχ ὑπισχνοῦνται ποιεῖν ἀμφισβητητικούς;
232 ΘΕΑΙ. οὐδεὶς γὰρ ἂν αὐτοῖς ὡς ἔπος εἰπεῖν διελέγετο μὴ τοῦτο ὑπισχνουμένοις.
232 ΞΕ. τά γε μὴν περὶ πασῶν τε καὶ κατὰ μίαν ἑκάστην τέχνην, ἃ δεῖ πρὸς ἕκαστον αὐτὸν τὸν δημιουργὸν ἀντειπεῖν, δεδημοσιωμένα που καταβέβληται γεγραμμένα τῷ βουλομένῳ μαθεῖν.
232 ΘΕΑΙ. τὰ Πρωταγόρειά μοι φαίνῃ περί τε πάλης καὶ τῶν ἄλλων τεχνῶν εἰρηκέναι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi