Thesauros Edebiyat Felsefe Σοφιστής

Σοφιστής

Σοφιστής Plato
248 ΘΕΑΙ. οὐκοῦν λέγουσί τι;
248 ΞΕ. πρὸς ὅ γε λεκτέον ἡμῖν ὅτι δεόμεθα παρʼ αὐτῶν ἔτι πυθέσθαι σαφέστερον εἰ προσομολογοῦσι τὴν μὲν ψυχὴν γιγνώσκειν, τὴν δʼ οὐσίαν γιγνώσκεσθαι.
248 ΘΕΑΙ. φασὶ μὴν τοῦτό γε.
248 ΞΕ. τί δέ; τὸ γιγνώσκειν ἢ τὸ γιγνώσκεσθαί φατε ποίημα ἢ πάθος ἢ ἀμφότερον; ἢ τὸ μὲν πάθημα, τὸ δὲ θάτερον; ἢ παντάπασιν οὐδέτερον οὐδετέρου τούτων μεταλαμβάνειν;
248 ΘΕΑΙ. δῆλον ὡς οὐδέτερον οὐδετέρου· τἀναντία γὰρ ἂν τοῖς ἔμπροσθεν λέγοιεν.
248 ΞΕ. μανθάνω· τόδε γε, ὡς τὸ γιγνώσκειν εἴπερ ἔσται ποιεῖν τι, τὸ γιγνωσκόμενον ἀναγκαῖον αὖ συμβαίνει πάσχειν. τὴν οὐσίαν δὴ κατὰ τὸν λόγον τοῦτον γιγνωσκομένην ὑπὸ τῆς γνώσεως, καθʼ ὅσον γιγνώσκεται, κατὰ τοσοῦτον κινεῖσθαι διὰ τὸ πάσχειν, ὃ δή φαμεν οὐκ ἂν γενέσθαι περὶ τὸ ἠρεμοῦν.
248 ΘΕΑΙ. ὀρθῶς.
249 ΞΕ. τί δὲ πρὸς Διός; ὡς ἀληθῶς κίνησιν καὶ ζωὴν καὶ ψυχὴν καὶ φρόνησιν ἦ ῥᾳδίως πεισθησόμεθα τῷ παντελῶς ὄντι μὴ παρεῖναι, μηδὲ ζῆν αὐτὸ μηδὲ φρονεῖν, ἀλλὰ σεμνὸν καὶ ἅγιον, νοῦν οὐκ ἔχον, ἀκίνητον ἑστὸς εἶναι;
249 ΘΕΑΙ. δεινὸν μεντἄν, ὦ ξένε, λόγον συγχωροῖμεν.
249 ΞΕ. ἀλλὰ νοῦν μὲν ἔχειν, ζωὴν δὲ μὴ φῶμεν;
249 ΘΕΑΙ. καὶ πῶς;
249 ΞΕ. ἀλλὰ ταῦτα μὲν ἀμφότερα ἐνόντʼ αὐτῷ λέγομεν, οὐ μὴν ἐν ψυχῇ γε φήσομεν αὐτὸ ἔχειν αὐτά;
249 ΘΕΑΙ. καὶ τίνʼ ἂν ἕτερον ἔχοι τρόπον;
249 ΞΕ. ἀλλὰ δῆτα νοῦν μὲν καὶ ζωὴν καὶ ψυχὴν ἔχειν, ἀκίνητον μέντοι τὸ παράπαν ἔμψυχον ὂν ἑστάναι;
249 ΘΕΑΙ. πάντα ἔμοιγε ἄλογα ταῦτʼ εἶναι φαίνεται.
249 ΞΕ. καὶ τὸ κινούμενον δὴ καὶ κίνησιν συγχωρητέον ὡς ὄντα.
249 ΘΕΑΙ. πῶς δʼ οὔ;
249 ΞΕ. συμβαίνει δʼ οὖν, ὦ Θεαίτητε, ἀκινήτων τε ὄντων νοῦν μηδενὶ περὶ μηδενὸς εἶναι μηδαμοῦ.
249 ΘΕΑΙ. κομιδῇ μὲν οὖν.
249 ΞΕ. καὶ μὴν ἐὰν αὖ φερόμενα καὶ κινούμενα πάντʼ εἶναι συγχωρῶμεν, καὶ τούτῳ τῷ λόγῳ ταὐτὸν τοῦτο ἐκ τῶν ὄντων ἐξαιρήσομεν.
249 ΘΕΑΙ. πῶς;
249 ΞΕ. τὸ κατὰ ταὐτὰ καὶ ὡσαύτως καὶ περὶ τὸ αὐτὸ δοκεῖ σοι χωρὶς στάσεως γενέσθαι ποτʼ ἄν;
249 ΘΕΑΙ. οὐδαμῶς.
249 ΞΕ. τί δʼ; ἄνευ τούτων νοῦν καθορᾷς ὄντα ἢ γενόμενον ἂν καὶ ὁπουοῦν;
249 ΘΕΑΙ. ἥκιστα.
249 ΞΕ. καὶ μὴν πρός γε τοῦτον παντὶ λόγῳ μαχετέον, ὃς ἂν ἐπιστήμην ἢ φρόνησιν ἢ νοῦν ἀφανίζων ἰσχυρίζηται περί τινος ὁπῃοῦν.
249 ΘΕΑΙ. σφόδρα γε.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi