Thesauros Edebiyat Felsefe Σοφιστής

Σοφιστής

Σοφιστής Plato
249 ΞΕ. τῷ δὴ φιλοσόφῳ καὶ ταῦτα μάλιστα τιμῶντι πᾶσα, ὡς ἔοικεν, ἀνάγκη διὰ ταῦτα μήτε τῶν ἓν ἢ καὶ τὰ πολλὰ εἴδη λεγόντων τὸ πᾶν ἑστηκὸς ἀποδέχεσθαι, τῶν τε αὖ πανταχῇ τὸ ὂν κινούντων μηδὲ τὸ παράπαν ἀκούειν, ἀλλὰ κατὰ τὴν τῶν παίδων εὐχήν, ὅσα ἀκίνητα καὶ κεκινημένα, τὸ ὄν τε καὶ τὸ πᾶν συναμφότερα λέγειν.
249 ΘΕΑΙ. ἀληθέστατα.
249 ΞΕ. τί οὖν; ἆρʼ οὐκ ἐπιεικῶς ἤδη φαινόμεθα περιειληφέναι τῷ λόγῳ τὸ ὄν;
249 ΘΕΑΙ. πάνυ μὲν οὖν.
249 ΞΕ. βαβαὶ μέντʼ ἂν ἄρα, ὦ Θεαίτητε, ὥς μοι δοκοῦμεν νῦν αὐτοῦ γνώσεσθαι πέρι τὴν ἀπορίαν τῆς σκέψεως.
249 ΘΕΑΙ. πῶς αὖ καὶ τί τοῦτʼ εἴρηκας;
249 ΞΕ. ὦ μακάριε, οὐκ ἐννοεῖς ὅτι νῦν ἐσμεν ἐν ἀγνοίᾳ τῇ πλείστῃ περὶ αὐτοῦ, φαινόμεθα δέ τι λέγειν ἡμῖν αὐτοῖς;
249 ΘΕΑΙ. ἐμοὶ γοῦν· ὅπῃ δʼ αὖ λελήθαμεν οὕτως ἔχοντες, οὐ πάνυ συνίημι.
250 ΞΕ. σκόπει δὴ σαφέστερον εἰ τὰ νῦν συνομολογοῦντες δικαίως ἂν ἐπερωτηθεῖμεν ἅπερ αὐτοὶ τότε ἠρωτῶμεν τοὺς λέγοντας εἶναι τὸ πᾶν θερμὸν καὶ ψυχρόν.
250 ΘΕΑΙ. ποῖα; ὑπόμνησόν με.
250 ΞΕ. πάνυ μὲν οὖν· καὶ πειράσομαί γε δρᾶν τοῦτο ἐρωτῶν σὲ καθάπερ ἐκείνους τότε, ἵνα ἅμα τι καὶ προΐωμεν.
250 ΘΕΑΙ. ὀρθῶς.
250 ΞΕ. εἶεν δή, κίνησιν καὶ στάσιν ἆρʼ οὐκ ἐναντιώτατα λέγεις ἀλλήλοις;
250 ΘΕΑΙ. πῶς γὰρ οὔ;
250 ΞΕ. καὶ μὴν εἶναί γε ὁμοίως φῂς ἀμφότερα αὐτὰ καὶ ἑκάτερον;
250 ΘΕΑΙ. φημὶ γὰρ οὖν.
250 ΞΕ. ἆρα κινεῖσθαι λέγων ἀμφότερα καὶ ἑκάτερον, ὅταν εἶναι συγχωρῇς;
250 ΘΕΑΙ. οὐδαμῶς.
250 ΞΕ. ἀλλʼ ἑστάναι σημαίνεις λέγων αὐτὰ ἀμφότερα εἶναι;
250 ΘΕΑΙ. καὶ πῶς;
250 ΞΕ. τρίτον ἄρα τι παρὰ ταῦτα τὸ ὂν ἐν τῇ ψυχῇ τιθείς, ὡς ὑπʼ ἐκείνου τήν τε στάσιν καὶ τὴν κίνησιν περιεχομένην, συλλαβὼν καὶ ἀπιδὼν αὐτῶν πρὸς τὴν τῆς οὐσίας κοινωνίαν, οὕτως εἶναι προσεῖπας ἀμφότερα;
250 ΘΕΑΙ. κινδυνεύομεν ὡς ἀληθῶς τρίτον ἀπομαντεύεσθαί τι τὸ ὄν, ὅταν κίνησιν καὶ στάσιν εἶναι λέγωμεν.
250 ΞΕ. οὐκ ἄρα κίνησις καὶ στάσις ἐστὶ συναμφότερον τὸ ὂν ἀλλʼ ἕτερον δή τι τούτων.
250 ΘΕΑΙ. ἔοικεν.
250 ΞΕ. κατὰ τὴν αὑτοῦ φύσιν ἄρα τὸ ὂν οὔτε ἕστηκεν οὔτε κινεῖται.
250 ΘΕΑΙ. σχεδόν.
250 ΞΕ. ποῖ δὴ χρὴ τὴν διάνοιαν ἔτι τρέπειν τὸν βουλόμενον ἐναργές τι περὶ αὐτοῦ παρʼ ἑαυτῷ βεβαιώσασθαι;
250 ΘΕΑΙ. ποῖ γάρ;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi