Thesauros Edebiyat Felsefe Σοφιστής

Σοφιστής

Σοφιστής Plato
257 ΞΕ. καὶ τὸ ὂν ἄρʼ ἡμῖν, ὅσαπέρ ἐστι τὰ ἄλλα, κατὰ τοσαῦτα οὐκ ἔστιν· ἐκεῖνα γὰρ οὐκ ὂν ἓν μὲν αὐτό ἐστιν, ἀπέραντα δὲ τὸν ἀριθμὸν τἆλλα οὐκ ἔστιν αὖ.
257 ΘΕΑΙ. σχεδὸν οὕτως.
257 ΞΕ. οὐκοῦν δὴ καὶ ταῦτα οὐ δυσχεραντέον, ἐπείπερ ἔχει κοινωνίαν ἀλλήλοις ἡ τῶν γενῶν φύσις. εἰ δέ τις ταῦτα μὴ συγχωρεῖ, πείσας ἡμῶν τοὺς ἔμπροσθεν λόγους οὕτω πειθέτω τὰ μετὰ ταῦτα.
257 ΘΕΑΙ. δικαιότατα εἴρηκας.
257 ΞΕ. ἴδωμεν δὴ καὶ τόδε.
257 ΘΕΑΙ. τὸ ποῖον;
257 ΞΕ. ὁπόταν τὸ μὴ ὂν λέγωμεν, ὡς ἔοικεν, οὐκ ἐναντίον τι λέγομεν τοῦ ὄντος ἀλλʼ ἕτερον μόνον.
257 ΘΕΑΙ. πῶς;
257 ΞΕ. οἷον ὅταν εἴπωμέν τι μὴ μέγα, τότε μᾶλλόν τί σοι φαινόμεθα τὸ σμικρὸν ἢ τὸ ἴσον δηλοῦν τῷ ῥήματι;
257 ΘΕΑΙ. καὶ πῶς;
257 ΞΕ. οὐκ ἄρʼ, ἐναντίον ὅταν ἀπόφασις λέγηται σημαίνειν, συγχωρησόμεθα, τοσοῦτον δὲ μόνον, ὅτι τῶν ἄλλων τὶ μηνύει τὸ μὴ καὶ τὸ οὒ προτιθέμενα τῶν ἐπιόντων ὀνομάτων, μᾶλλον δὲ τῶν πραγμάτων περὶ ἅττʼ ἂν κέηται τὰ ἐπιφθεγγόμενα ὕστερον τῆς ἀποφάσεως ὀνόματα.
257 ΘΕΑΙ. παντάπασι μὲν οὖν.
257 ΞΕ. τόδε δὲ διανοηθῶμεν, εἰ καὶ σοὶ συνδοκεῖ.
257 ΘΕΑΙ. τὸ ποῖον;
257 ΞΕ. ἡ θατέρου μοι φύσις φαίνεται κατακεκερματίσθαι καθάπερ ἐπιστήμη.
257 ΘΕΑΙ. πῶς;
257 ΞΕ. μία μέν ἐστί που καὶ ἐκείνη, τὸ δʼ ἐπί τῳ γιγνόμενον μέρος αὐτῆς ἕκαστον ἀφορισθὲν ἐπωνυμίαν ἴσχει τινὰ ἑαυτῆς ἰδίαν· διὸ πολλαὶ τέχναι τʼ εἰσὶ λεγόμεναι καὶ ἐπιστῆμαι.
257 ΘΕΑΙ. πάνυ μὲν οὖν.
257 ΞΕ. οὐκοῦν καὶ τὰ τῆς θατέρου φύσεως μόρια μιᾶς οὔσης ταὐτὸν πέπονθε τοῦτο.
257 ΘΕΑΙ. τάχʼ ἄν· ἀλλʼ ὅπῃ δὴ λέγωμεν;
257 ΞΕ. ἔστι τῷ καλῷ τι θατέρου μόριον ἀντιτιθέμενον;
257 ΘΕΑΙ. ἔστιν.
257 ΞΕ. τοῦτʼ οὖν ἀνώνυμον ἐροῦμεν ἤ τινʼ ἔχον ἐπωνυμίαν;
257 ΘΕΑΙ. ἔχον· ὃ γὰρ μὴ καλὸν ἑκάστοτε φθεγγόμεθα, τοῦτο οὐκ ἄλλου τινὸς ἕτερόν ἐστιν ἢ τῆς τοῦ καλοῦ φύσεως.
257 ΞΕ. ἴθι νυν τόδε μοι λέγε.
257 ΘΕΑΙ. τὸ ποῖον;
257 ΞΕ. ἄλλο τι τῶν ὄντων τινὸς ἑνὸς γένους ἀφορισθὲν καὶ πρός τι τῶν ὄντων αὖ πάλιν ἀντιτεθὲν οὕτω συμβέβηκεν εἶναι τὸ μὴ καλόν;
257 ΘΕΑΙ. οὕτως.
257 ΞΕ. ὄντος δὴ πρὸς ὂν ἀντίθεσις, ὡς ἔοικʼ, εἶναί τις συμβαίνει τὸ μὴ καλόν.
257 ΘΕΑΙ. ὀρθότατα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi